Λυκίνος
καὶ γὰρ οὕτως ἔχει τὸ πᾶν· ὅταν γὰρ ἐκ παίδων ὁ σπουδαῖος ἔρως ἐντραφεὶς ἐπὶ τὴν ἤδη λογίζεσθαι δυνα μένην ἡλικίαν ἀνδρωθῇ, τὸ πάλαι φιληθὲν ἀμοιβαίους ἔρωτας ἀνταποδίδωσι, καὶ δυσχερὲς αἰσθέσθαι ποτέρου πότερος ἐραστής ἐστιν, ὥσπερ ἀπ᾿ ἐσόπτρου τῆς τοῦ φιλήσαντος εὐνοίας ἐπὶ τὸν ἐρώμενον ὁμοίου πεσόντος εἰ δώλου. τί δὴ οὖν τοῦ καθ’ ἡμᾶς βίου ξένην αὐτὸ τρυφὴν ὀνειδίζεις θείοις νόμοις ὁρισθὲν ἐκ διαδοχῆς ἐφ’ ἡμᾶς καταβεβηκός; ἀσμένως δὲ αὐτὸ δεξάμενοι μεθ’ ἁγνῆς διανοίας νεωκοροῦμεν· ὄλβιος γὰρ ὡς ἀληθῶς κατὰ τὴν τῶν σοφῶν ἀπόφασιν,
ᾧ παῖδές τε νέοι καὶ μώνυχες ἵπποι,
γηράσκει δ’ ὁ γέρων κεῖνος ἐλαφρότατα,
κοῦροι τὸν φιλέουσιν.
αἵ γε μὴν Σωκρατικαὶ διδασκαλίαι καὶ τὸ λαμπρὸν ἐχεῖνο
452
τῆς ἀρετῆς δικαστήριον τοῖς Δελφικοῖς τρίποσιν ἐτιμήθη· χρησμὸν γὰρ ἀληθείας ὁ Πύθιος ἐθέσπισεν,
ἀνδρῶν ἁπάντων Σωκράτης σοφώτατος, ὃς ἅμα τοῖς ἄλλοις μαθήμασιν, ἐξ ὧν τὸν βίον ὤνησε, καὶ τὸ παιδεραστεῖν ὡς μάλιστα ὠφελοῦν προσήκατο.
Amores. Pseudo-Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.