Λυκίνος
ταῦτα δ’ οὐ πρῶτοι χαράξουσιν οἱ ἐμοὶ πρὸς τοὺς ἀξίους ἔρωτες, ἀλλ’ ἡ θεοῖς γείτων ἡρωϊκὴ φρόνησις ἐνομοθέτησεν, ἐν οἷς ὁ φιλίας ἔρως ἄχρι θανάτου
450
συνεξέπνευσεν. Φωκὶς ἐκ νηπίων ἔτι χρόνων Ὀρέστην Πυλάδῃ συνήψειν· θεὸν δὲ τῶν πρὸς ἀλλήλους παθῶν μεσίτην λαβόντες ὡς ἐφ’ ἑνὸς σκάφους τοῦ βίου συνέπλευσαν· ἀμφότεροι Κλυταιμνήστραν ἀνῄρουν ὡς Ἀγαμέμνονος παῖδες, ὑπ’ ἀμφοῖν Αἴγισθος ἐφονεύετο· τὰς Ὀρέστην ἐλαυνούσας Ποινὰς Πυλάδης ἐνόσει μᾶλλον, κρινομένῳ συνηγωνίζετο. τὴν δὲ ἐρωτικὴν φιλίαν οὐδὲ τοῖς τῆς Ἑλλάδος ὅροις ἐμέτρησαν, ἀλλ’ ἐπὶ τοὺς ἐσχάτους Σκυθῶν τέρμονας ἔπλευσαν, ὁ μὲν νοσῶν, ὁ δὲ θεραπεύων. τῆς γοῦν Ταυρικῆς γῆς ἐπιβαίνοντας εὐθὺς ἡ μητροκτόνος αὐτοὺς Ἐρινὺς ἐξενοδόχησε, καὶ τῶν βαρβάρων ἐν κύκλῳ περιεστώτων ὁ μὲν ὑπὸ τῆς συνήθους μανίας πεσὼν ἔκειτο, Πυλάδης δὲ
ἀφρόν τ’ ἀπέψα σώματός τ’ ἐτημέλει
πέπλου τε προὐκάλυπτεν εὐπήκτους ὑφάς,
οὐκ ἐραστοῦ μόνον, ἀλλὰ καὶ πατρὸς ἐνδεικνύμενος ἦθος. ἡνίκα γοῦν ἐκρίθη θατέρου μένοντος ἐπὶ τῷ φονευθῆναι τὸν ἕτερον ἐς Μυκήνας ἀπιέναι κομιοῦντα γράμματα, μένειν ὑπὲρ ἀλλήλων ἀμφότεροι θέλουσιν ἑκάτερος ἐν θατέρῳ ζῶντι ζῆν ἑαυτὸν ἡγούμενος. ἀπωθεῖται δὲ τὰς ἐπιστολὰς Ὀρέστης ὡς Πυλάδου λαβεῖν
451
ἀξιωτέρου, μόνον οὐκ ἐραστὴς ἀντ’ ἐρωμένου γενόμενος·
τὸ γὰρ σφαγῆναι τόνδ’ ἐμοὶ βάρος μέγα·
ὁ ναυστολῶν γάρ εἰμ’ ἐγὼ τὰς συμφορᾶς.
καὶ μετ’ ὀλίγον φησί,
τῷδε μὲν δέλτον δίδου·
πέμψω γὰρ Ἄργος, ὥστε σοι καλῶς ἔχειν·
ἡμᾶς δ’ ὁ χρῄζων κτεινέτω.
Amores. Pseudo-Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.