[496]
ΣΩ.
οἷον περὶ ὅτου βούλει τοῦ σώματος ἀπολαβὼν
496a
σκόπει. νοσεῖ που ἄνθρωπος ὀφθαλμούς, ᾧ ὄνομα ὀφθαλμία;
ΣΩ.
οὐ δήπου καὶ ὑγιαίνει γε ἅμα τοὺς αὐτούς;
ΣΩ.
τί δὲ ὅταν τῆς ὀφθαλμίας ἀπαλλάττηται; ἆρα τότε καὶ τῆς ὑγιείας ἀπαλλάττεται τῶν ὀφθαλμῶν καὶ τελευτῶν ἅμα ἀμφοτέρων ἀπήλλακται;
ΣΩ.
θαυμάσιον γὰρ
496b
οἶμαι καὶ ἄλογον γίγνεται· ἦ γάρ;
ΣΩ.
ἀλλʼ ἐν μέρει οἶμαι ἑκάτερον καὶ λαμβάνει καὶ ἀπολλύει;
ΣΩ.
οὐκοῦν καὶ ἰσχὺν καὶ ἀσθένειαν ὡσαύτως;
ΣΩ.
καὶ τάχος καὶ βραδυτῆτα;
ΣΩ.
ἦ καὶ τἀγαθὰ καὶ τὴν εὐδαιμονίαν καὶ τἀναντία τούτων, κακά τε καὶ ἀθλιότητα, ἐν μέρει λαμβάνει καὶ ἐν μέρει ἀπαλλάττεται ἑκατέρου;
496c
ΣΩ.
ἐὰν εὕρωμεν ἄρα ἄττα ὧν ἅμα τε ἀπαλλάττεται ἄνθρωπος καὶ ἅμα ἔχει, δῆλον ὅτι ταῦτά γε οὐκ ἂν εἴη τό τε ἀγαθὸν καὶ τὸ κακόν. ὁμολογοῦμεν ταῦτα; καὶ εὖ μάλα σκεψάμενος ἀποκρίνου.
ΚΑΛ.
ἀλλʼ ὑπερφυῶς ὡς ὁμολογῶ.
ΣΩ.
ἴθι δὴ ἐπὶ τὰ ἔμπροσθεν ὡμολογημένα. τὸ πεινῆν ἔλεγες πότερον ἡδὺ ἢ ἀνιαρὸν εἶναι; αὐτὸ λέγω τὸ πεινῆν.
ΚΑΛ.
ἀνιαρὸν ἔγωγε· τὸ μέντοι πεινῶντα ἐσθίειν ἡδὺ
496d
λέγω.
ΣΩ.
μανθάνω· ἀλλʼ οὖν τό γε πεινῆν αὐτὸ ἀνιαρόν. ἢ οὐχί;
ΣΩ.
πότερον οὖν ἔτι πλείω ἐρωτῶ, ἢ ὁμολογεῖς ἅπασαν ἔνδειαν καὶ ἐπιθυμίαν ἀνιαρὸν εἶναι;
ΚΑΛ.
ὁμολογῶ, ἀλλὰ μὴ ἐρώτα.
ΣΩ.
εἶεν· διψῶντα δὲ δὴ πίνειν ἄλλο τι ἢ ἡδὺ φῂς εἶναι;
ΣΩ.
οὐκοῦν τούτου οὗ λέγεις τὸ μὲν διψῶντα λυπούμενον δήπου ἐστίν;
ΣΩ.
τὸ δὲ πίνειν πλήρωσίς τε τῆς ἐνδείας καὶ ἡδονή;
ΣΩ.
οὐκοῦν κατὰ τὸ πίνειν χαίρειν λέγεις;
ΣΩ.
αἰσθάνῃ οὖν τὸ συμβαῖνον, ὅτι λυπούμενον χαίρειν λέγεις ἅμα, ὅταν διψῶντα πίνειν λέγῃς; ἢ οὐχ ἅμα τοῦτο γίγνεται κατὰ τὸν αὐτὸν τόπον καὶ χρόνον εἴτε ψυχῆς εἴτε σώματος βούλει; οὐδὲν γὰρ οἶμαι διαφέρει. ἔστι ταῦτα ἢ οὔ;
ΣΩ.
ἀλλὰ μὴν εὖ γε πράττοντα κακῶς
497a
πράττειν ἅμα ἀδύνατον φῂς εἶναι.