ΣΩ.
οἷον περὶ ὅτου βούλει τοῦ σώματος ἀπολαβὼν 496a σκόπει. νοσεῖ που ἄνθρωπος ὀφθαλμούς, ᾧ ὄνομα ὀφθαλμία;ΚΑΛ.
πῶς γὰρ οὔ;ΣΩ.
οὐ δήπου καὶ ὑγιαίνει γε ἅμα τοὺς αὐτούς;ΚΑΛ.
οὐδʼ ὁπωστιοῦν.ΣΩ.
τί δὲ ὅταν τῆς ὀφθαλμίας ἀπαλλάττηται; ἆρα τότε καὶ τῆς ὑγιείας ἀπαλλάττεται τῶν ὀφθαλμῶν καὶ τελευτῶν ἅμα ἀμφοτέρων ἀπήλλακται;ΚΑΛ.
ἥκιστά γε.ΣΩ.
θαυμάσιον γὰρ 496b οἶμαι καὶ ἄλογον γίγνεται· ἦ γάρ;ΚΑΛ.
σφόδρα γε.ΣΩ.
ἀλλʼ ἐν μέρει οἶμαι ἑκάτερον καὶ λαμβάνει καὶ ἀπολλύει;ΚΑΛ.
φημί.ΣΩ.
οὐκοῦν καὶ ἰσχὺν καὶ ἀσθένειαν ὡσαύτως;ΚΑΛ.
ναί.ΣΩ.
καὶ τάχος καὶ βραδυτῆτα;ΚΑΛ.
πάνυ γε.ΣΩ.
ἦ καὶ τἀγαθὰ καὶ τὴν εὐδαιμονίαν καὶ τἀναντία τούτων, κακά τε καὶ ἀθλιότητα, ἐν μέρει λαμβάνει καὶ ἐν μέρει ἀπαλλάττεται ἑκατέρου;ΚΑΛ.
πάντως δήπου.ΣΩ.
ἐὰν εὕρωμεν ἄρα ἄττα ὧν ἅμα τε ἀπαλλάττεται ἄνθρωπος καὶ ἅμα ἔχει, δῆλον ὅτι ταῦτά γε οὐκ ἂν εἴη τό τε ἀγαθὸν καὶ τὸ κακόν. ὁμολογοῦμεν ταῦτα; καὶ εὖ μάλα σκεψάμενος ἀποκρίνου.ΚΑΛ.
ἀλλʼ ὑπερφυῶς ὡς ὁμολογῶ.ΣΩ.
ἴθι δὴ ἐπὶ τὰ ἔμπροσθεν ὡμολογημένα. τὸ πεινῆν ἔλεγες πότερον ἡδὺ ἢ ἀνιαρὸν εἶναι; αὐτὸ λέγω τὸ πεινῆν.ΚΑΛ.
ἀνιαρὸν ἔγωγε· τὸ μέντοι πεινῶντα ἐσθίειν ἡδὺ 496d λέγω.ΣΩ.
μανθάνω· ἀλλʼ οὖν τό γε πεινῆν αὐτὸ ἀνιαρόν. ἢ οὐχί;ΚΑΛ.
φημί.ΣΩ.
οὐκοῦν καὶ τὸ διψῆν;ΚΑΛ.
σφόδρα γε.ΣΩ.
πότερον οὖν ἔτι πλείω ἐρωτῶ, ἢ ὁμολογεῖς ἅπασαν ἔνδειαν καὶ ἐπιθυμίαν ἀνιαρὸν εἶναι;ΚΑΛ.
ὁμολογῶ, ἀλλὰ μὴ ἐρώτα.ΣΩ.
εἶεν· διψῶντα δὲ δὴ πίνειν ἄλλο τι ἢ ἡδὺ φῂς εἶναι;ΚΑΛ.
ἔγωγε.ΣΩ.
οὐκοῦν τούτου οὗ λέγεις τὸ μὲν διψῶντα λυπούμενον δήπου ἐστίν;ΚΑΛ.
ναί.ΣΩ.
τὸ δὲ πίνειν πλήρωσίς τε τῆς ἐνδείας καὶ ἡδονή;ΚΑΛ.
ναί.ΣΩ.
οὐκοῦν κατὰ τὸ πίνειν χαίρειν λέγεις;ΚΑΛ.
μάλιστα.ΣΩ.
διψῶντά γε.ΚΑΛ.
φημί.ΣΩ.
λυπούμενον;ΚΑΛ.
ναί.ΣΩ.
αἰσθάνῃ οὖν τὸ συμβαῖνον, ὅτι λυπούμενον χαίρειν λέγεις ἅμα, ὅταν διψῶντα πίνειν λέγῃς; ἢ οὐχ ἅμα τοῦτο γίγνεται κατὰ τὸν αὐτὸν τόπον καὶ χρόνον εἴτε ψυχῆς εἴτε σώματος βούλει; οὐδὲν γὰρ οἶμαι διαφέρει. ἔστι ταῦτα ἢ οὔ;ΚΑΛ.
ἔστιν.ΣΩ.
ἀλλὰ μὴν εὖ γε πράττοντα κακῶς 497a πράττειν ἅμα ἀδύνατον φῂς εἶναι.Gorgias. Plato. ed. John Burnet. Oxford. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.