Ἀνὴρ Α
ἔγωγε· καὶ γὰρ τοὺς ἐμαυτοῦ γείτονας
805
ὁρῶ φέροντας.
Ἀνὴρ Β
πάνυ γʼ ἂν οὖν Ἀντισθένης
αὔτʼ εἰσενέγκοι· πολὺ γὰρ ἐμμελέστερον
πρότερον χέσαι πλεῖν ἢ τριάκονθʼ ἡμέρας.
Ἀνὴρ Α
οἴμωζε.
Ἀνὴρ Β
Καλλίμαχος δʼ ὁ χοροδιδάσκαλος
αὐτοῖσιν εἰσοίσει τι;
810
Ἀνὴρ Α
πλείω Καλλίου.
Ἀνὴρ Β
ἅνθρωπος οὗτος ἀποβαλεῖ τὴν οὐσίαν.
Ἀνὴρ Α
δεινά γε λέγεις.
Ἀνὴρ Β
τί δεινόν; ὥσπερ οὐχ ὁρῶν
ἀεὶ τοιαῦτα γιγνόμενα ψηφίσματα.
οὐκ οἶσθʼ ἐκεῖνʼ οὕδοξε τὸ περὶ τῶν ἁλῶν;
Ἀνὴρ Α
ἔγωγε.
815
Ἀνὴρ Β
τοὺς χαλκοῦς δʼ ἐκείνους ἡνίκα
ἐψηφισάμεθʼ, οὐκ οἶσθα;
Ἀνὴρ Α
καὶ κακόν γέ μοι
τὸ κόμμʼ ἐγένετʼ ἐκεῖνο. πωλῶν γὰρ βότρυς
μεστὴν ἀπῆρα τὴν γνάθον χαλκῶν ἔχων
κἄπειτʼ ἐχώρουν εἰς ἀγορὰν ἐπʼ ἄλφιτα.
ἔπειθʼ ὑπέχοντος ἄρτι μου τὸν θύλακον,
820
ἀνέκραγʼ ὁ κῆρυξ μὴ δέχεσθαι μηδένα
χαλκοῦν τὸ λοιπόν·
ἀργύρῳ γὰρ χρώμεθα.
Ἀνὴρ Β
τὸ δʼ ἔναγχος οὐχ ἅπαντες ἡμεῖς ὤμνυμεν
τάλαντʼ ἔσεσθαι πεντακόσια τῇ πόλει
τῆς τετταρακοστῆς, ἣν ἐπόρισʼ Εὐριπίδης;
825
κεὐθὺς κατεχρύσου πᾶς ἀνὴρ Εὐριπίδην·
ὅτε δὴ δʼ ἀνασκοπουμένοις ἐφαίνετο
ὁ Διὸς Κόρινθος καὶ τὸ πρᾶγμʼ οὐκ ἤρκεσεν,
πάλιν κατεπίττου πᾶς ἀνὴρ Εὐριπίδην.
Ἀνὴρ Α
οὐ ταὐτὸν ὦ τᾶν. τότε μὲν ἡμεῖς ἤρχομεν,
830
νῦν δʼ αἱ γυναῖκες.
Ἀνὴρ Β
ἃς ἐγὼ φυλάξομαι
νὴ τὸν Ποσειδῶ μὴ κατουρήσωσί μου.
Ἀνὴρ Α
οὐκ οἶδʼ ὅ τι ληρεῖς. φέρε σὺ τἀνάφορον ὁ παῖς.
Ecclesiazusae. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.