Ἀνὴρ Α
ὁ Ζεύς σέ γʼ ἐπιτρίψειεν.
Ἀνὴρ Β
ἐπιτρίψουσι γάρ.
οἴσειν δοκεῖς τινʼ ὅστις αὐτῶν νοῦν ἔχει;
οὐ γὰρ πάτριον τοῦτʼ ἐστίν, ἀλλὰ λαμβάνειν
ἡμᾶς μόνον δεῖ νὴ Δία· καὶ γὰρ οἱ θεοί·
γνώσει δʼ ἀπὸ τῶν χειρῶν γε τῶν ἀγαλμάτων·
780
ὅταν γὰρ εὐχώμεσθα διδόναι τἀγαθά,
ἕστηκεν ἐκτείνοντα τὴν χεῖρʼ ὑπτίαν
οὐχ ὥς τι δώσοντʼ ἀλλʼ ὅπως τι λήψεται.
Ἀνὴρ Α
ὦ δαιμόνιʼ ἀνδρῶν ἔα με τῶν προὔργου τι δρᾶν.
ταυτὶ γάρ ἐστι συνδετέα. ποῦ μοὔσθʼ ἱμάς;
785
Ἀνὴρ Β
ὄντως γὰρ οἴσεις;
Ἀνὴρ Α
ναὶ μὰ Δία, καὶ δὴ μὲν οὖν
τωδὶ ξυνάπτω τὼ τρίποδε.
Ἀνὴρ Β
τῆς μωρίας,
τὸ μηδὲ περιμείναντα τοὺς ἄλλους ὅ τι
δράσουσιν εἶτα τηνικαῦτʼ ἤδη—
Ἀνὴρ Α
τί δρᾶν;
Ἀνὴρ Β
ἐπαναμένειν, ἔπειτα διατρίβειν ἔτι.
790
Ἀνὴρ Α
ἵνα δὴ τί;
Ἀνὴρ Β
σεισμὸς εἰ γένοιτο πολλάκις
ἢ πῦρ ἀπότροπον, ἢ διᾴξειεν γαλῆ,
παύσαιντʼ ἂν ἐσφέροντες ὦμβρόντητε σύ.
Ἀνὴρ Α
χαρίεντα γοῦν πάθοιμʼ ἄν, εἰ μὴ ʼχοιμʼ ὅποι
ταῦτα καταθείμην.
795
Ἀνὴρ Β
μὴ γὰρ οὐ λάβῃς ὅποι·
θάρρει, καταθήσεις, κἂν ἔνης ἔλθῃς.
Ἀνὴρ Α
τιή;
Ἀνὴρ Β
ἐγᾦδα τούτους χειροτονοῦντας μὲν ταχύ,
ἅττʼ ἂν δὲ δόξῃ ταῦτα πάλιν ἀρνουμένους.
Ἀνὴρ Α
οἴσουσιν ὦ τᾶν.
Ἀνὴρ Β
ἢν δὲ μὴ κομίσωσι, τί;
Ἀνὴρ Α
ἀμέλει κομιοῦσιν.
800
Ἀνὴρ Β
ἢν δὲ μὴ κομίσωσι, τί;
Ἀνὴρ Α
μαχούμεθʼ αὐτοῖς.
Ἀνὴρ Β
ἢν δὲ κρείττους ὦσι, τί;
Ἀνὴρ Α
ἄπειμʼ ἐάσας.
Ἀνὴρ Β
ἢν δὲ πωλῶσʼ αὐτά, τί;
Ἀνὴρ Α
διαρραγείης.
Ἀνὴρ Β
ἢν διαρραγῶ δέ, τί;
Ἀνὴρ Α
καλῶς ποιήσεις.
Ἀνὴρ Β
σὺ δʼ ἐπιθυμήσεις φέρειν;
Ecclesiazusae. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.