Πραξάγορα
ταυτὶ μὲν ἡμῖν ὦ γυναῖκες εὐτυχῶς
τὰ πράγματʼ ἐκβέβηκεν ἁβουλεύσαμεν.
505
ἀλλʼ ὡς τάχιστα πρίν τινʼ ἀνθρώπων ἰδεῖν,
ῥιπτεῖτε χλαίνας, ἐμβὰς ἐκποδὼν ἴτω,
χάλα συναπτοὺς ἡνίας Λακωνικάς,
βακτηρίας ἄφεσθε. καὶ μέντοι σὺ μὲν
ταύτας κατευτρέπιζʼ, ἐγὼ δὲ βούλομαι
510
εἴσω παρερπύσασα πρὶν τὸν ἄνδρα με
ἰδεῖν, καταθέσθαι θοἰμάτιον αὐτοῦ πάλιν
ὅθενπερ ἔλαβον τἄλλα θʼ ἁξηνεγκάμην.
Χορός
κεῖται
καὶ δὴ πάνθʼ ἅπερ εἶπας, σὸν δʼ ἔργον τἄλλα διδάσκειν,
ὅ τί σοι δρῶσαι ξύμφορον ἡμεῖς δόξομεν ὀρθῶς ὑπακούειν.
515
οὐδεμιᾷ γὰρ δεινοτέρᾳ σου ξυμμείξασʼ οἶδα γυναικί.
Πραξάγορα
περιμείνατέ νυν, ἵνα τῆς ἀρχῆς ἣν ἄρτι κεχιεροτόνημαι,
ξυμβούλοισιν πάσαις ὑμῖν χρήσωμαι. καὶ γὰρ ἐκεῖ μοι
ἐν τῷ θορύβῳ καὶ τοῖς δεινοῖς ἀνδρειόταται γεγένησθε.
Βλέπυρος
αὕτη πόθεν ἥκεις Πραξαγόρα;
520
Πραξάγορα
τί δʼ ὦ μέλε
σοὶ τοῦθʼ;
Βλέπυρος
ὅ τί μοι τοῦτʼ ἔστιν; ὡς εὐηθικῶς.
Πραξάγορα
οὔτοι παρὰ τοῦ μοιχοῦ γε φήσεις.
Βλέπυρος
οὐκ ἴσως
ἑνός γε.
Πραξάγορα
καὶ μὴν βασανίσαι τουτί γέ σοι
ἔξεστι.
Βλέπυρος
πῶς;
Πραξάγορα
εἰ τῆς κεφαλῆς ὄζω μύρου.
Βλέπυρος
τί δʼ; οὐχὶ βινεῖται γυνὴ κἄνευ μύρου;
525
Πραξάγορα
οὐ δῆτα τάλαν ἔγωγε.
Βλέπυρος
πῶς οὖν ὄρθριον
ᾤχου σιωπῇ θοἰμάτιον λαβοῦσά μου;
Πραξάγορα
γυνή μέ τις νύκτωρ ἑταίρα καὶ φίλη
μετεπέμψατʼ ὠδίνουσα.
Βλέπυρος
κᾆτʼ οὐκ ἦν ἐμοὶ
φράσασαν ἰέναι;
530
Πραξάγορα
τῆς λεχοῦς δʼ οὐ φροντίσαι
οὕτως ἐχούσης ὦνερ;
Βλέπυρος
εἰποῦσάν γέ μοι.
ἀλλʼ ἔστιν ἐνταῦθά τι κακόν.
Πραξάγορα
μὰ τὼ θεὼ
ἀλλʼ ὥσπερ εἶχον ᾠχόμην· ἐδεῖτο δὲ
ἥπερ μεθῆκέ μʼ ἐξιέναι πάσῃ τέχνῃ.
Ecclesiazusae. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.