Βλέπυρος
εἶτʼ οὐ τὸ σαυτῆς ἱμάτιον ἐχρῆν σʼ ἔχειν;
535
ἀλλʼ ἔμʼ ἀποδύσασʼ ἐπιβαλοῦσα τοὔγκυκλον
ᾤχου καταλιποῦσʼ ὡσπερεὶ προκείμενον,
μόνον οὐ στεφανώσασʼ οὐδʼ ἐπιθεῖσα λήκυθον.
Πραξάγορα
ψῦχος γὰρ ἦν, ἐγὼ δὲ λεπτὴ κἀσθενής·
ἔπειθʼ ἵνʼ ἀλεαίνοιμι, τοῦτʼ ἠμπεσχόμην·
540
σὲ δʼ ἐν ἀλέᾳ κατακείμενον καὶ στρώμασιν
κατέλιπον ὦνερ.
Βλέπυρος
αἱ δὲ δὴ Λακωνικαὶ
ᾤχοντο μετὰ σοῦ κατὰ τί χἠ βακτηρία;
Πραξάγορα
ἵνα θοἰμάτιον σώσαιμι, μεθυπεδησάμην
μιμουμένη σε καὶ κτυποῦσα τοῖν ποδοῖν
545
καὶ τοὺς λίθους παίουσα τῇ βακτηρίᾳ.
Βλέπυρος
οἶσθʼ οὖν ἀπολωλεκυῖα πυρῶν ἑκτέα,
ὃν χρῆν ἔμʼ ἐξ ἐκκλησίας εἰληφέναι;
Πραξάγορα
μὴ φροντίσῃς· ἄρρεν γὰρ ἔτεκε παιδίον.
Βλέπυρος
ἡκκλησία;
550
Πραξάγορα
μὰ Δίʼ ἀλλʼ ἐφʼ ἣν ἐγᾠχόμην.
ἀτὰρ γεγένηται;
Βλέπυρος
ναὶ μὰ Δίʼ. οὐκ ᾔδησθά με
φράσαντά σοι χθές;
Πραξάγορα
ἄρτι γʼ ἀναμιμνῄσκομαι.
Βλέπυρος
οὐδʼ ἄρα τὰ δόξαντʼ οἶσθα;
Πραξάγορα
μὰ Δί ἐγὼ μὲν οὔ.
Βλέπυρος
κάθησο τοίνυν σηπίας μασωμένη.
ὑμῖν δέ φασι παραδεδόσθαι τὴν πόλιν.
555
Πραξάγορα
τί δρᾶν; ὑφαίνειν;
Βλέπυρος
οὐ μὰ Δίʼ ἀλλʼ ἄρχειν.
Πραξάγορα
τίνων;
Βλέπυρος
ἁπαξαπάντων τῶν κατὰ πόλιν πραγμάτων.
Πραξάγορα
νὴ τὴν Ἀφροδίτην μακαρία γʼ ἄρ ἡ πόλις
ἔσται τὸ λοιπόν.
Βλέπυρος
κατὰ τί;
Πραξάγορα
πολλῶν οὕνεκα.
οὐ γὰρ ἔτι τοῖς τολμῶσιν αὐτὴν αἰσχρὰ δρᾶν
560
ἔσται τὸ λοιπόν, οὐδαμοῦ δὲ μαρτυρεῖν,
οὐ συκοφαντεῖν—
Βλέπυρος
μηδαμῶς πρὸς τῶν θεῶν
τουτὶ ποιήσῃς μηδʼ ἀφέλῃ μου τὸν βίον.
Ἀνήρ
ὦ δαιμόνιʼ ἀνδρῶν τὴν γυναῖκʼ ἔα λέγειν.
Πραξάγορα
μὴ λωποδυτῆσαι, μὴ φθονεῖν τοῖς πλησίον,
565
μὴ γυμνὸν εἶναι μὴ πένητα μηδένα,
μὴ λοιδορεῖσθαι, μὴ ʼνεχυραζόμενον φέρειν.
Ἀνήρ
νὴ τὸν Ποσειδῶ μεγάλα γʼ, εἰ μὴ ψεύσεται.
Πραξάγορα
ἀλλʼ ἀποφανῶ τοῦθʼ, ὥστε σέ τέ μοι μαρτυρεῖν
καὶ τοῦτον αὐτὸν μηδὲν ἀντειπεῖν ἐμοι.
570
Ecclesiazusae. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.