Νεανίας
ἢν οὖν ὑφʼ ὑμῶν πρῶτον ἀπόλωμαι κακῶς,
φέρε πῶς ἐπʼ ἐκείνην τὴν καλὴν ἀφίξομαι;
1080
Γραῦς Γ
αὐτὸς σκόπει σύ· τάδε δέ σοι ποιητέον.
Νεανίας
ποτέρας προτέρας οὖν κατελάσας ἀπαλλαγῶ;
Γραῦς Β
οὐκ οἶσθα; βαδιεῖ δεῦρʼ.
Νεανίας
ἀφέτω νύν μʼ αὑτηί.
Γραῦς Γ
δευρὶ μὲν οὖν ἴθʼ ὡς ἔμʼ.
Νεανίας
ἢν ἡδί μʼ ἀφῇ.
Γραῦς Β
ἀλλʼ οὐκ ἀφήσω μὰ Δία σʼ.
1085
Γραῦς Γ
οὐδὲ μὴν ἐγώ.
Νεανίας
χαλεπαί γʼ ἂν ἦστε γενόμεναι πορθμῆς.
Γραῦς Β
τιή;
Νεανίας
ἕλκοντε τοὺς πλωτῆρας ἂν ἀπεκναίετε.
Γραῦς Β
σιγῇ βάδιζε δεῦρο.
Γραῦς Γ
μὰ Δίʼ ἀλλʼ ὡς ἐμέ.
Νεανίας
τουτὶ τὸ πρᾶγμα κατὰ τὸ Καννωνοῦ σαφῶς
ψήφισμα, βινεῖν δεῖ με διαλελημμένον.
1090
πῶς οὖν δικωπεῖν ἀμφοτέρας δυνήσομαι;
Γραῦς Β
καλῶς, ἐπειδὰν καταφάγῃς βολβῶν χύτραν.
Νεανίας
οἴμοι κακοδαίμων ἐγγὺς ἤδη τῆς θύρας
ἑλκόμενός εἰμʼ.
Γραῦς Β
ἀλλʼ οὐδὲν ἔσται σοι πλέον.
ξυνεσπεσοῦμαι γὰρ μετὰ σοῦ.
1095
Νεανίας
μὴ πρὸς θεῶν·
ἑνὶ γὰρ ξυνέχεσθαι κρεῖττον ἢ δυοῖν κακοῖν.
Γραῦς Γ
νὴ τὴν Ἑκάτην ἐάν τε βούλῃ γʼ ἤν τέ μή.
Νεανίας
ὦ τρισκακοδαίμων εἰ γυναῖκα δεῖ σαπρὰν
βινεῖν ὅλην τὴν νύκτα καὶ τὴν ἡμέραν,
κἄπειτʼ ἐπειδὰν τῆσδʼ ἀπαλλαγῶ, πάλιν
1100
φρύνην ἔχουσαν λήκυθον πρὸς ταῖς γνάθοις.
ἆρʼ οὐ κακοδαίμων εἰμί; βαρυδαίμων μὲν οὖν
νὴ τὸν Δία τὸν σωτῆρʼ ἀνὴρ καὶ δυστυχής,
ὅστις τοιούτοις θηρίοις συνείρξομαι.
ὅμως δʼ ἐάν τι πολλὰ πολλάκις πάθω
1105
ὑπὸ τοῖνδε τοῖν κασαλβάδοιν δεῦρʼ ἐσπλέων,
θάψαι μʼ ἐπʼ αὐτῷ τῷ στόματι τῆς ἐσβολῆς,
καὶ τήνδʼ ἄνωθεν ἐπιπολῆς τοῦ σήματος
ζῶσαν καταπιττώσαντες εἶτα τὼ πόδε
μολυβδοχοήσαντες κύκλῳ περὶ τὰ σφυρὰ
1110
ἄνω ʼπιθεῖναι πρόφασιν ἀντὶ ληκύθου.
Ecclesiazusae. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.