Γραῦς Β
αὕτη σὺ ποῖ τονδὶ παραβᾶσα τὸν νόμον
ἕλκεις, παρʼ ἐμοὶ τῶν γραμμάτων εἰρηκότων
1050
πρότερον καθεύδειν αὐτόν;
Νεανίας
οἴμοι δείλαιος.
πόθεν ἐξέκυψας ὦ κάκιστʼ ἀπολουμένη;
τοῦτο γὰρ ἐκείνου τὸ κακὸν ἐξωλέστερον.
Γραῦς Β
βάδιζε δεῦρο.
Νεανίας
μηδαμῶς με περιίδῃς
ἑλκόμενον ὑπὸ τῆσδʼ ἀντιβολῶ σʼ.
1055
Γραῦς Β
ἀλλʼ οὐκ ἐγώ,
ἀλλʼ ὁ νόμος ἕλκει σʼ.
Νεανίας
οὐκ ἐμέ γʼ, ἀλλʼ ἔμπουσά τις
ἐξ αἵματος φλύκταιναν ἠμφιεσμένη.
Γραῦς Β
ἕπου μαλακίων δεῦρʼ ἀνύσας καὶ μὴ λάλει.
Νεανίας
ἴθι νυν ἔασον εἰς ἄφοδον πρώτιστά με
ἐλθόντα θαρρῆσαι πρὸς ἐμαυτόν· εἰ δὲ μή,
1060
αὐτοῦ τι δρῶντα πυρρὸν ὄψει μʼ αὐτίκα
ὑπὸ τοῦ δέους.
Γραῦς Β
θάρρει, βάδιζʼ· ἔνδον χεσεῖ.
Νεανίας
δέδοικα κἀγὼ μὴ πλέον γʼ ἢ βούλομαι.
ἀλλʼ ἐγγυητάς σοι καταστήσω δύο
ἀξιόχρεως.
1065
Γραῦς Β
μή μοι καθίστη.
Γραῦς Γ
ποῖ σὺ ποῖ
χωρεῖς μετὰ ταύτης;
Νεανίας
οὐκ ἔγωγʼ, ἀλλʼ ἕλκομαι.
ἀτὰρ ἥτις εἶ γε, πόλλʼ ἀγαθὰ γένοιτό σοι,
ὅτι μʼ οὐπεριεῖδες ἐπιτριβέντʼ. ὦ Ἡράκλεις
ὦ Πᾶνες ὦ Κορύβαντες ὦ Διοσκόρω,
τοῦτʼ αὖ πολὺ τούτου τὸ κακὸν ἐξωλέστερον.
1070
ἀτὰρ τί τὸ πρᾶγμʼ ἔστʼ ἀντιβολῶ τουτί ποτε;
πότερον πίθηκος ἀνάπλεως ψιμυθίου,
ἢ γραῦς ἀνεστηκυῖα παρὰ τῶν πλειόνων;
Γραῦς Γ
μὴ σκῶπτέ μʼ ἀλλὰ δεῦρʼ ἕπου.
Γραῦς Β
δευρὶ μὲν οὖν.
Γραῦς Γ
ὡς οὐκ ἀφήσω σʼ οὐδέποτʼ.
1075
Γραῦς Β
οὐδὲ μὴν ἐγώ.
Νεανίας
διασπάσεσθέ μʼ ὦ κακῶς ἀπολούμεναι.
Γραῦς Β
ἐμοὶ γὰρ ἀκολουθεῖν σʼ ἔδει κατὰ τὸν νόμον.
Γραῦς Γ
οὐκ ἢν ἑτέρα γε γραῦς ἔτʼ αἰσχίων φανῇ.
Ecclesiazusae. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.