Βλέπυρος
κἄγωγʼ, ἐπειδὰν ἀποπατήσω· νῦν δέ μου
ἀχράς τις ἐγκλῄσασʼ ἔχει τὰ σιτία.
355
Ἀνήρ
μῶν ἣν Θρασύβουλος εἶπε τοῖς Λακωνικοῖς;
Βλέπυρος
νὴ τὸν Διόνυσον ἐνέχεται γοῦν μοι σφόδρα.
ἀτὰρ τί δράσω; καὶ γὰρ οὐδὲ τοῦτό με
μόνον τὸ λυποῦν ἐστιν, ἀλλʼ ὅταν φάγω,
ὅποι βαδιεῖταί μοι τὸ λοιπὸν ἡ κόπρος.
360
νῦν μὲν γὰρ οὗτος βεβαλάνωκε τὴν θύραν,
ὅστις ποτʼ ἔσθʼ ἅνθρωπος ἁχραδούσιος.
τίς ἂν οὖν ἰατρόν μοι μετέλθοι καὶ τίνα;
τίς τῶν κατὰ πρωκτὸν δεινός ἐστι τὴν τέχνην;
ἀλλʼ οἶδʼ, Ἀμύνων. ἀλλʼ ἴσως ἀρνήσεται.
365
Ἀντισθένη τις καλεσάτω πάσῃ τέχνῃ.
οὗτος γὰρ ἁνὴρ ἕνεκά γε στεναγμάτων
οἶδεν τί πρωκτὸς βούλεται χεζητιῶν.
ὦ πότνιʼ Εἰλείθυια μή με περιίδῃς
διαρραγέντα μηδὲ βεβαλανωμένον,
370
ἵνα μὴ γένωμαι σκωραμὶς κωμῳδική.
Χρέμης
οὗτος τί ποιεῖς; οὔτι που χέζεις;
Βλέπυρος
ἐγώ;
οὐ δῆτʼ ἔτι γε μὰ τὸν Δίʼ, ἀλλʼ ἀνίσταμαι.
Χρέμης
τὸ τῆς γυναικὸς δʼ ἀμπέχει χιτώνιον;
Βλέπυρος
ἐν τῷ σκότῳ γὰρ τοῦτʼ ἔτυχον ἔνδον λαβών.
375
ἀτὰρ πόθεν ἥκεις ἐτεόν;
Χρέμης
ἐξ ἐκκλησίας.
Βλέπυρος
ἤδη λέλυται γάρ;
Χρέμης
νὴ Δίʼ ὄρθριον μὲν οὖν.
καὶ δῆτα πολὺν ἡ μίλτος ὦ Ζεῦ φίλτατε
γέλων παρέσχεν, ἣν προσέρραινον κύκλῳ.
Βλέπυρος
τὸ τριώβολον δῆτʼ ἔλαβες;
380
Χρέμης
εἰ γὰρ ὤφελον.
ἀλλʼ ὕστερος νῦν ἦλθον, ὥστʼ αἰσχύνομαι
μὰ τὸν Δίʼ οὐδένʼ ἄλλον ἢ τὸν θύλακον.
Βλέπυρος
τὸ δʼ αἴτιον τί;
Χρέμης
πλεῖστος ἀνθρώπων ὄχλος,
ὅσος οὐδεπώποτʼ ἦλθʼ ἁθρόος ἐς τὴν πύκνα.
καὶ δῆτα πάντες σκυτοτόμοις ᾐκάζομεν
385
ὁρῶντες αὐτούς. οὐ γὰρ ἀλλʼ ὑπερφυῶς
ὡς λευκοπληθὴς ἦν ἰδεῖν ἡκκλησία·
ὥστʼ οὐκ ἔλαβον οὔτʼ αὐτὸς οὔτʼ ἄλλοι συχνοί.
Ecclesiazusae. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.