Γυνὴ Α
ἴωμεν ἐπὶ τὰς κληματίδας ὦ Μανία.
κἀγώ σʼ ἀποδείξω θυμάλωπα τήμερον.
Μνησίλοχος
ὕφαπτε καὶ κάταιθε· σὺ δὲ τὸ Κρητικὸν
730
ἀπόδυθι ταχέως· τοῦ θανάτου δʼ ὦ παιδίον
μόνην γυναικῶν αἰτιῶ τὴν μητέρα.
τουτὶ τί ἔστιν; ἀσκὸς ἐγένεθʼ ἡ κόρη
οἴνου πλέως καὶ ταῦτα Περσικὰς ἔχων.
ὦ θερμόταται γυναῖκες, ὦ ποτίσταται
735
κἀκ παντὸς ὑμεῖς μηχανώμεναι πιεῖν,
ὦ μέγα καπήλοις ἀγαθὸν ἡμῖν δʼ αὖ κακόν,
κακὸν δὲ καὶ τοῖς σκευαρίοις καὶ τῇ κρόκῃ.
Γυνὴ Α
παράβαλλε πολλὰς κληματίδας ὦ Μανία.
Μνησίλοχος
παράβαλλε δῆτα· σὺ δʼ ἀπόκριναί μοι τοδί,
740
τουτὶ τεκεῖν φῄς;
Γυνὴ Α
καὶ δέκα μῆνας αὔτʼ ἐγὼ
ἤνεγκον.
Μνησίλοχος
ἤνεγκας σύ;
Γυνὴ Α
νὴ τὴν Ἄρτεμιν.
Μνησίλοχος
πρικότυλον ἢ πῶς; εἰπέ μοι.
Γυνὴ Α
τί μʼ ἠργάσω;
ἀπέδυσας ὦναίσχυντέ μου τὸ παιδίον
τυννοῦτον ὄν.
745
Μνησίλοχος
τυννοῦτο;
Γυνὴ Α
μικρὸν νὴ Δία.
Μνησίλοχος
πόσʼ ἔτη δὲ γέγονε; τρεῖς Χοᾶς ἢ τέτταρας;
Γυνὴ Α
σχεδὸν τοσοῦτον χὤσον ἐκ Διονυσίων.
ἀλλʼ ἀπόδος αὐτό.
Μνησίλοχος
μὰ τὸν Ἀπόλλω τουτονί.
Γυνὴ Α
ἐμπρήσομεν τοίνυν σε.
Μνησίλοχος
πάνυ γʼ ἐμπίμπρατε·
αὕτη δʼ ἀποσφαγήσεται μάλʼ αὐτίκα.
750
Γυνὴ Α
μὴ δῆθʼ, ἱκετεύω σʼ· ἀλλʼ ἔμʼ ὅ τι χρῄζεις ποίει
ὑπέρ γε τούτου.
Μνησίλοχος
φιλότεκνός τις εἶ φύσει.
ἀλλʼ οὐδὲν ἧττον ἥδʼ ἀποσφαγήσεται
Γυνὴ Α
οἴμοι τέκνον. δός μοι σφαγεῖον Μανία,
ἵνʼ οὖν τό γʼ αἷμα τοῦ τέκνου τοὐμοῦ λάβω.
755
Μνησίλοχος
ὕπεχʼ αὐτό, χαριοῦμαι γὰρ ἕν γε τοῦτό σοι.
Γυνὴ Α
κακῶς ἀπόλοιʼ, ὡς φθονερὸς εἶ καὶ δυσμενής.
Μνησίλοχος
τουτὶ τὸ δέρμα τῆς ἱερείας γίγνεται.
Γυνὴ Α
τί τῆς ἱερείας γίγνεται;
Μνησίλοχος
τουτί. λαβέ.
Γυνὴ Γ
ταλαντάτη Μίκκα τίς ἐξεκόρησέ σε;
760
τίς τὴν ἀγαπητὴν παῖδά σοὐξῃρήσατο;
Γυνὴ Α
ὁ πανοῦργος οὗτος. ἀλλʼ ἐπειδήπερ πάρει,
φύλαξον αὐτόν, ἵνα λαβοῦσα Κλεισθένη
τοῖσιν πρυτάνεσιν ἃ πεποίηχʼ οὗτος φράσω.
Μνησίλοχος
ἄγε δὴ τίς ἔσται μηχανὴ σωτηρίας;
765
τίς πεῖρα, τίς ἐπίνοιʼ; ὁ μὲν γὰρ αἴτιος
κἄμʼ ἐσκυλίσας ἐς τοιαυτὶ πράγματα
οὐ φαίνεταί πω. φέρε τίνʼ οὖν
ἂν ἄγγελον
πέμψαιμʼ ἐπʼ αὐτόν; οἶδʼ ἐγὼ καὶ δὴ πόρον
ἐκ τοῦ Παλαμήδους· ὡς ἐκεῖνος, τὰς πλάτας
770
ῥίψω γράφων. ἀλλʼ οὐ πάρεισιν αἱ πλάται.
πόθεν οὖν γένοιντʼ ἄν μοι πλάται πόθεν;
πόθεν;
τί δʼ ἂν εἰ ταδὶ τἀγάλματʼ ἀντὶ τῶν πλατῶν
γράφων διαρρίπτοιμι; βέλτιον πολύ.
ξύλον γέ τοι καὶ ταῦτα κἀκεῖνʼ ἦν ξύλον.
775
Thesmophoriazusae. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.