Χορός
τί ἂν οὖν εἴποι πρὸς ταῦτά τις, ὅτε
τοιαῦτα ποιῶν ὅδʼ ἀναισχυντεῖ;
Μνησίλοχος
κοὔπω μέντοι γε πέπαυμαι.
Χορός
ἀλλʼ οὖν ἥκεις γʼ ὅθεν οὐ φαύλως γʼ
710
ἀποδρὰς λέξεις
οἷον δράσας διέδυς ἔργον,
λήψει δὲ κακόν.
Μνησίλοχος
τοῦτο μέντοι μὴ γένοιτο μηδαμῶς, ἀπεύχομαι.
Χορός
τίς οὖν σοι, τίς ἂν σύμμαχος ἐκ θεῶν
715
ἀθανάτων ἔλθοι ξὺν ἀδίκοις ἔργοις;
Μνησίλοχος
μάτην λαλεῖτε· τὴν δʼ ἐγὼ οὐκ ἀφήσω.
Χορός
ἀλλʼ οὐ μὰ τὼ θεὼ τάχʼ οὐ χαίρων ἴσως
ἐνυβριεῖς λόγους λέξεις τʼ ἀνοσίους
720
ἐπʼ ἀθέοις ἔργοις·
καὶ γὰρ ἀνταμειψόμεσθά σʼ ὥσπερ εἰκὸς ἀντὶ τῶνδε.
τάχα δὲ μεταβαλοῦσʼ ἐπὶ κακὸν ἑτερότροπον
ἐπέχει τύχη.
725
ἀλλὰ τάσδε μὲν λαβεῖν χρῆν σʼ ἐκφέρειν τε τῶν ξύλων,
καὶ καταίθειν τὸν πανοῦργον πυρπολεῖν θʼ ὅσον τάχος.
Thesmophoriazusae. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.