Τοξότης
ἐνταῦτα νῦν οἰμῶξι πρὸς τὴν αἰτρίαν.
Μνησίλοχος
ὦ τοξόθʼ ἱκετεύω σε.
Τοξότης
μή μʼ ἰκετεῦσι σύ.
Μνησίλοχος
χάλασον τὸν ἧλον.
Τοξότης
ἀλλὰ ταῦτα δρᾶσʼ ἐγώ.
Μνησίλοχος
οἴμοι κακοδαίμων, μᾶλλον ἐπικρούεις σύ γε.
Τοξότης
ἔτι μᾶλλο βοῦλις;
1005
Μνησίλοχος
ἀτταταῖ ἰατταταῖ·
κακῶς ἀπόλοιο.
Τοξότης
σῖγα κακοδαίμων γέρον.
πέρʼ ἐγὼ ʼξινίγκι πορμός, ἴνα πυλάξι σοι.
Μνησίλοχος
ταυτὶ τὰ βέλτιστʼ ἀπολέλαυκʼ Εὐριπίδου.
ἔα· θεοί, Ζεῦ σῶτερ, εἰσὶν ἐλπίδες.
ἁνὴρ ἔοικεν οὐ προδώσειν, ἀλλά μοι
1010
σημεῖον ὑπεδήλωσε Περσεὺς ἐκδραμών,
ὅτι δεῖ με γίγνεσθʼ Ἀνδρομέδαν· πάντως δέ μοι
τὰ δέσμʼ ὑπάρχει. δῆλον οὖν
τοῦτʼ ἔσθʼ ὅτι
ἥξει με σώσων· οὐ γὰρ ἂν παρέπτετο.
1015
Εὐριπίδης
φίλαι παρθένοι φίλαι, πῶς ἂν
οὖν
ἐπέλθοιμι καὶ
τὸν Σκύθην λάθοιμι;
κλύεις; ὦ πρὸς αἰδοῦς σὲ τὰν ἐν ἄντροις,
κατάνευσον, ἔασον ὡς
1020
τὴν γυναῖκά μʼ ἐλθεῖν.
Μνησίλοχος
ἄνοικτος ὅς μʼ ἔδησε τὸν
πολυστονώτατον βροτῶν·
μόλις δὲ γραῖαν ἀποφυγὼν
σαπρὰν ἀπωλόμην ὅμως.
1025
ὅδε γὰρ ὁ Σκύθης πάλαι
μοι φύλαξ
ἐφεστὼς ὀλοὸν ἄφιλον ἐκρέμασεν
κόραξι δεῖπνον. ὁρᾷς; οὐ
χοροῖσιν οὐδʼ ὑφʼ ἡλίκων νεανίδων
1030
κημὸν ἕστηκʼ ἔχουσʼ,
ἀλλʼ ἐν πυκνοῖς δεσμοῖσιν ἐμπεπλεγμένη
κήτει βορὰ Γλαυκέτῃ πρόκειμαι,
γαμηλίῳ μὲν οὐ ξὺν
παιῶνι δεσμίῳ δὲ
1035
γοᾶσθέ μʼ ὦ γυναῖκες, ὡς
μέλεα μὲν πέπονθα μέλεος,
ὦ τάλας ἐγὼ τάλας,
ἀπὸ δὲ συγγόνων τάλανʼ ἄνομα πάθεα,
φῶτά
τε λιτομέναν, πολυδάκρυτον Ἀίδα
1040
γόον †φεύγουσαν†
αἰαῖ αἰαῖ ἒ ἒ,
ὃς ἔμʼ ἀπεξύρησε πρῶτον,
ὃς ἐμὲ κροκόεντʼ ἐνέδυσεν·
ἐπὶ δὲ τοῖσδʼ
ἐς τόδʼ ἀνέπεμψεν
1045
ἱερόν, ἔνθα γυναῖκες.
ἰώ μοι μοίρας ἄτεγκτε δαίμων·
ὦ κατάρατος ἐγώ·
τίς ἐμὸν οὐκ ἐπόψεται
πάθος ἀμέγαρτον ἐπὶ κακῶν παρουσίᾳ;
εἴθε με πυρφόρος αἰθέρος ἀστὴρ—
1050
τὸν βάρβαρον ἐξολέσειεν.
οὐ γὰρ ἔτʼ ἀθανάταν φλόγα λεύσσειν
ἐστὶν ἐμοὶ φίλον, ὡς ἐκρεμάσθην,
λαιμότμητʼ ἄχη δαιμόνων αἰόλαν
νέκυσιν ἐπὶ πορείαν.
1055
Thesmophoriazusae. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.