Εὐριπίδης
χαῖρʼ ὦ φίλη παῖ· τὸν δὲ πατέρα Κηφέα
ὅς σʼ ἐξέθηκεν ἀπολέσειαν οἱ θεοί.
Μνησίλοχος
σὺ δʼ εἶ τίς ἥτις τοὐμὸν ᾤκτιρας πάθος;
Εὐριπίδης
Ἠχὼ λόγων ἀντῳδὸς ἐπικοκκάστρια,
ἥπερ πέρυσιν ἐν τῷδε ταὐτῷ χωρίῳ
1060
Εὐριπίδῃ καὐτὴ ξυνηγωνιζόμην.
ἀλλʼ ὦ τέκνον σὲ μὲν τὸ σαυτῆς χρὴ ποιεῖν,
κλάειν ἐλεινῶς.
Μνησίλοχος
σὲ δʼ ἐπικλάειν ὕστερον.
Εὐριπίδης
ἐμοὶ μελήσει ταῦτά γʼ. ἀλλʼ ἄρχου λόγων.
Μνησίλοχος
ὦ νὺξ ἱερὰ
1065
ὡς μακρὸν ἵππευμα διώκεις
ἀστεροειδέα νῶτα διφρεύουσʼ
αἰθέρος ἱερᾶς
τοῦ σεμνοτάτου διʼ Ὀλύμπου;
Εὐριπίδης
διʼ Ὀλύμπου.
Μνησίλοχος
τί ποτʼ Ἀνδρομέδα περίαλλα κακῶν
1070
μέρος ἐξέλαχον—
Εὐριπίδης
μέρος ἐξέλαχον—
Μνησίλοχος
θανάτου τλήμων;
Εὐριπίδης
θανάτου τλήμων;
Μνησίλοχος
ἀπολεῖς μʼ ὦ γραῦ στωμυλλομένη.
Εὐριπίδης
στωμυλλομένη.
Μνησίλοχος
νὴ Δίʼ ὀχληρά γʼ εἰσήρρηκας
1075
λίαν.
Εὐριπίδης
λίαν.
Μνησίλοχος
ὦγάθʼ ἔασόν με μονῳδῆσαι,
καὶ χαριεῖ μοι. παῦσαι.
Εὐριπίδης
παῦσαι.
Μνησίλοχος
βάλλʼ ἐς κόρακας.
Εὐριπίδης
βάλλʼ ἐς κόρακας.
Μνησίλοχος
τί κακόν;
1080
Εὐριπίδης
τί κακόν;
Μνησίλοχος
ληρεῖς.
Εὐριπίδης
ληρεῖς.
Μνησίλοχος
οἴμωζʼ.
Εὐριπίδης
οἴμωζʼ.
Μνησίλοχος
ὀτότυζʼ.
Εὐριπίδης
ὀτότυζʼ.
Τοξότης
οὖτος σί λαλῖς;
Εὐριπίδης
οὖτος σί λαλῖς;
Τοξότης
πρυτάνεις καλέσω;
Εὐριπίδης
πρυτάνεις καλέσω;
Τοξότης
σί κακόν;
1085
Εὐριπίδης
σί κακόν;
Τοξότης
πῶτε τὸ πωνή;
Εὐριπίδης
πῶτε τὸ πωνή;
Τοξότης
σὺ λαλῖς;
Εὐριπίδης
σὺ λαλῖς;
Τοξότης
κλαύσει.
Εὐριπίδης
κλαύσει.
Τοξότης
κακκάσκι μοι;
Εὐριπίδης
κακκάσκι μοι;
Μνησίλοχος
μὰ Δίʼ ἀλλὰ γυνὴ πλησίον αὕτη.
1090
Εὐριπίδης
πλησίον αὕτη.
Τοξότης
ποῦ στʼ ηʼ μιαρά; καὶ δὴ πεύγει.
ποῖ ποῖ πεύγεις;
Εὐριπίδης
ποῖ ποῖ πεύγεις;
Τοξότης
οὐ καιρήσεις;
Εὐριπίδης
οὐ καιρήσεις;
Τοξότης
ἔτι γὰρ γρύζεις;
1095
Εὐριπίδης
ἔτι γὰρ γρύζεις;
Τοξότης
λαβὲ τὴ μιαρά.
Εὐριπίδης
λαβὲ τὴ μιαρά.
Τοξότης
λάλο καὶ κατάρατο γύναικο.
Thesmophoriazusae. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.