Πρόβουλος
ἆρʼ ἐξέλαμψε τῶν γυναικῶν ἡ τρυφὴ
χὠ τυμπανισμὸς χοἰ πυκνοὶ Σαβάζιοι,
ὅ τʼ Ἀδωνιασμὸς οὗτος οὑπὶ τῶν τεγῶν,
οὗ ʼγώ ποτʼ ὢν ἤκουον ἐν τἠκκλησίᾳ;
390
ἔλεγε δʼ ὁ μὴ ὥρασι μὲν Δημόστρατος
πλεῖν ἐς Σικελίαν, ἡ γυνὴ δʼ ὀρχουμένη
αἰαῖ Ἄδωνιν φησίν, ὁ δὲ Δημόστρατος
ἔλεγεν ὁπλίτας καταλέγειν Ζακυνθίων·
ἡ δʼ ὑποπεπωκυῖʼ ἡ γυνὴ ʼπὶ τοῦ τέγους
395
κόπτεσθʼ Ἄδωνιν φησίν· ὁ δʼ ἐβιάζετο
ὁ θεοῖσιν ἐχθρὸς καὶ μιαρὸς Χολοζύγης.
τοιαῦτʼ ἀπʼ αὐτῶν ἐστιν ἀκόλαστʼ ᾄσματα.
Χορὸς γερόντων
τί δῆτʼ ἂν εἰ πύθοιο καὶ τὴν τῶνδʼ ὕβριν;
αἳ τἄλλα θʼ ὑβρίκασι κἀκ τῶν καλπίδων
400
ἔλουσαν ἡμᾶς, ὥστε θαἰματίδια
σείειν πάρεστιν ὥσπερ ἐνεουρηκότας.
Πρόβουλος
νὴ τὸν Ποσειδῶ τὸν ἁλυκὸν δίκαιά γε.
ὅταν γὰρ αὐτοὶ ξυμπονηρευώμεθα
ταῖσιν γυναιξὶ καὶ διδάσκωμεν τρυφᾶν,
405
τοιαῦτʼ ἀπʼ αὐτῶν βλαστάνει βουλεύματα.
οἳ λέγομεν ἐν τῶν δημιουργῶν τοιαδί·
ὦ χρυσοχόε τὸν ορμον ὃν ἐπεσκεύασας,
ὀρχουμένης μου τῆς γυναικὸς ἑσπέρας
ἡ βάλανος ἐκπέπτωκεν ἐκ τοῦ τρήματος.
410
ἐμοὶ μὲν οὖν ἔστʼ ἐς Σαλαμῖνα πλευστέα·
σὺ δʼ ἢν σχολάσῃς, πάσῃ τέχνῃ πρὸς ἑσπέραν
ἐλθὼν ἐκείνῃ τὴν βάλανον ἐνάρμοσον.
ἕτερος δέ τις πρὸς σκυτοτόμον ταδὶ λέγει
νεανίαν καὶ πέος ἔχοντʼ οὐ παιδικόν·
415
ὦ σκυτοτόμε μου τῆς γυναικὸς τοῦ ποδὸς
τὸ δακτυλίδιον ξυμπιέζει τὸ ζυγὸν
ἅθʼ ἁπαλὸν ὄν· τοῦτʼ οὖν σὺ τῆς μεσημβρίας
ἐλθὼν χάλασον, ὅπως ἂν εὐρυτέρως ἔχῃ.
τοιαῦτʼ ἀπήντηκʼ ἐς τοιαυτὶ πράγματα,
420
ὅτε γʼ ὢν ἐγὼ πρόβουλος, ἐκπορίσας ὅπως
κωπῆς ἔσονται, τἀργυρίου νυνὶ δέον,
ὑπὸ τῶν γυναικῶν ἀποκέκλῃμαι ταῖς πύλαις.
ἀλλʼ οὐδὲν ἔργον ἑστάναι. φέρε τοὺς μοχλούς,
ὅπως ἂν αὐτὰς τῆς ὕβρεως ἐγὼ σχέθω.
425
τί κέχηνας ὦ δύστηνε; ποῖ δʼ αὖ σὺ βλέπεις,
οὐδὲν ποιῶν ἀλλʼ ἢ καπηλεῖον σκοπῶν;
οὐχ ὑποβαλόντες τοὺς μοχλοὺς ὑπὸ τὰς πύλας
ἐντεῦθεν ἐκμοχλεύσετʼ; ἐνθενδὶ δʼ ἐγὼ
ξυνεκμοχλεύσω.
430
Λυσιστράτη
μηδὲν ἐκμοχλεύετε·
ἐξέρχομαι γὰρ αὐτομάτη. τί δεῖ μοχλῶν;
οὐ γὰρ μοχλῶν δεῖ μᾶλλον ἢ νοῦ καὶ φρενῶν.
Πρόβουλος
ἄληθες ὦ μιαρὰ σύ; ποῦ ʼσθʼ ὁ τοξότης;
ξυλλάμβανʼ αὐτὴν κὠπίσω τὼ χεῖρε δεῖ.
Λυσιστράτη
εἴ τἄρα νὴ τὴν Ἄρτεμιν τὴν χεῖρά μοι
435
ἄκραν προσοίσει δημόσιος ὤν, κλαύσεται.
Πρόβουλος
ἔδεισας οὗτος; οὐ ξυναρπάσει μέσην
καὶ σὺ μετὰ τούτου κἀνύσαντε δήσετον;
Γυνὴ Α
εἴ τἄρα νὴ τὴν Πάνδροσον ταύτῃ μόνον
τὴν χεῖρʼ ἐπιβαλεῖς, ἐπιχεσεῖ πατούμενος.
440
Πρόβουλος
ἰδού γʼἐπιχεσεῖ. ποῦ ʼστιν ἕτερος τοξότης;
ταύτην προτέραν ξύνδησον, ὁτιὴ καὶ λαλεῖ.
Lysistrata. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.