Γυνὴ Β
εἴ τἄρα νὴ τὴν Φωσφόρον τὴν χεῖρʼ ἄκραν
ταύτῃ προσοίσεις, κύαθον αἰτήσεις τάχα.
Πρόβουλος
τουτὶ τί ἦν; ποῦ τοξότης; ταύτης ἔχου.
445
παύσω τινʼ ὑμῶν τῆσδʼ ἐγὼ τῆς ἐξόδου.
Γυνὴ Γ
εἴ τἄρα νὴ τὴν Ταυροπόλον ταύτῃ πρόσει,
ἐκκοκκιῶ σου τὰς στενοκωκύτους τρίχας.
Πρόβουλος
οἴμοι κακοδαίμων· ἐπιλέλοιφʼ ὁ τοξότης.
ἀτὰρ οὐ γυναικῶν οὐδέποτʼ ἔσθʼ ἡττητέα
450
ἡμῖν· ὁμόσε χωρῶμεν αὐταῖς ὦ Σκύθαι
ξυνταξάμενοι.
Λυσιστράτη
νὴ τὼ θεὼ γνώσεσθʼ ἄρα
ὅτι καὶ παρʼ ἡμῖν εἰσι τέτταρες λόχοι
μαχίμων γυναικῶν ἔνδον ἐξωπλισμένων.
Πρόβουλος
ἀποστρέφετε τὰς χεῖρας αὐτῶν ὦ Σκύθαι.
455
Λυσιστράτη
ὦ ξύμμαχοι γυναῖκες ἐκθεῖτʼ ἔνδοθεν,
ὦ σπερμαγοραιολεκιθολαχανοπώλιδες,
ὦ σκοροδοπανδοκευτριαρτοπώλιδες,
οὐχ ἕλξετʼ, οὐ παιήσετʼ, οὐκ ἀράξετε;
οὐ λοιδορήσετʼ, οὐκ ἀναισχυντήσετε;
460
παύσασθʼ, ἐπαναχωρεῖτε, μὴ σκυλεύετε.
Πρόβουλος
οἴμʼ ὡς κακῶς πέπραγέ μου τὸ τοξικόν.
Λυσιστράτη
ἀλλὰ τί γὰρ ᾤου; πότερον ἐπὶ δούλας τινὰς
ἥκειν ἐνόμισας, ἢ γυναιξὶν οὐκ οἴει
χολὴν ἐνεῖναι;
465
Πρόβουλος
νὴ τὸν Ἀπόλλω καὶ μάλα
πολλήν γʼ, ἐάνπερ πλησίον κάπηλος ᾖ.
Lysistrata. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.