Χορός
ποποποποποποποποποποῖ ποῦ μʼ ἄρʼ ὃς
310
ἐκάλεσε; τίνα τόπον ἄρα ποτὲ νέμεται;
Ἔποψ
οὑτοσὶ πάλαι πάρειμι κοὐκ ἀποστατῶ φίλων.
Χορός
τί τί τί τί τί τί τί τί· τίνα λόγον ἄρα ποτὲ
πρὸς ἐμὲ φίλον ἔχων;
315
Ἔποψ
κοινὸν ἀσφαλῆ δίκαιον ἡδὺν ὠφελήσιμον.
ἄνδρε γὰρ λεπτὼ λογιστὰ δεῦρʼ ἀφῖχθον ὡς ἐμέ.
Χορός
ποῦ; πᾷ; πῶς φῄς;
Ἔποψ
φήμʼ ἀπʼ ἀνθρώπων ἀφῖχθαι δεῦρο πρεσβύτα δύο·
320
ἥκετον δʼ ἔχοντε πρέμνον πράγματος πελωρίου.
Χορός
ὦ μέγιστον ἐξαμαρτὼν ἐξ ὅτου ʼτράφην ἐγώ,
πῶς λέγεις;
Ἔποψ
μήπω φοβηθῇς τὸν λόγον.
Χορός
τί μʼ ἠργάσω;
Ἔποψ
ἄνδρʼ ἐδεξάμην ἐραστὰ τῆσδε τῆς ξυνουσίας.
Χορός
καὶ δέδρακας τοῦτο τοὔργον;
325
Ἔποψ
καὶ δεδρακώς γʼ ἥδομαι.
Χορός
κἀστὸν ἤδη που παρʼ ἡμῖν;
Ἔποψ
εἰ παρʼ ὑμῖν εἴμʼ ἐγώ.
Birds. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.