Ὄρνις Τις
τοροτὶξ τοροτίξ.
Πισθέταιρος
ὦγάθʼ ἀλλʼ
εἶς οὑτοσὶ καὶ δή τις ὄρνις ἔρχεται.
Ἐυελπίδης
νὴ Δίʼ ὄρνις δῆτα. τίς ποτʼ ἐστίν; οὐ δήπου ταὧς;
Πισθέταιρος
οὗτος αὐτὸς νῷν φράσει· τίς ἐστιν ὄρνις οὑτοσί;
270
Ἔποψ
οὗτος οὐ τῶν ἠθάδων τῶνδʼ ὧν ὁρᾶθʼ ὑμεῖς ἀεί,
ἀλλὰ λιμναῖος.
Ἐυελπίδης
βαβαὶ καλός γε καὶ φοινικιοῦς.
Ἔποψ
εἰκότως
γε· καὶ γὰρ ὄνομʼ αὐτῷ ʼστὶ φοινικόπτερος.
Ἐυελπίδης
οὗτος ὦ σέ τοι.
Πισθέταιρος
τί βωστρεῖς;
Ἐυελπίδης
ἕτερος ὄρνις οὑτοσί.
Πισθέταιρος
νὴ Δίʼ ἕτερος δῆτα χοὖτος ἔξεδρον χρόαν ἔχων.
275
τίς ποτʼ ἔσθʼ ὁ μουσόμαντις ἄτοπος ὄρνις ὀρειβάτης;
Ἔποψ
ὄνομα τούτῳ Μῆδός ἐστο.
Πισθέταιρος
Μῆδος; ὦναξ Ἡράκλεις·
εἶτα πῶς ἄνευ καμήλου Μῆδος ὤν εἰσέπτετο;
Ἐυελπίδης
ἕτερος αὖ λόφον κατειληφώς τις ὄρνις οὑτοσί.
Πισθέταιρος
τί τὸ τέρας τουτί ποτʼ ἐστίν; οὐ σὺ μόνος ἄρʼ ἦσθʼ ἔποψ,
280
ἀλλὰ χοὖτος ἕτερος;
Ἔποψ
οὑτοσὶ μέν ἐστι Φιλοκλέους
ἐξ ἔποπος, ἐγὼ δὲ τούτου πάππος, ὥσπερ εἰ λέγοις
Ἱππόνικος Καλλίου κἀξ Ἱππονίκου Καλλίας.
Πισθέταιρος
Καλλίας ἄρʼ οὗτος οὕρνις ἐστίν· ὡς πτερορρυεῖ.
Ἐυελπίδης
ἅτε γὰρ ὢν γενναῖος ὑπό
τε συκοφαντῶν τίλλεται,
285
αἵ τε θήλειαι προσεκτίλλουσιν αὐτοῦ τὰ πτερά.
Πισθέταιρος
ὦ Πόσειδον ἕτερος αὖ τις βαπτὸς ὄρνις οὑτοσί.
τίς ὀνομάξεταί ποθʼ οὗτος;
Ἔποψ
οὑτοσὶ κατωφαγᾶς.
Πισθέταιρος
ἔστι γὰρ κατωφαγᾶς τις ἄλλος ἢ Κλεώνυμος;
Ἐυελπίδης
πῶς ἂν οὖν Κλεώνυμός γʼ ὢν οὐκ ἀπέβαλε τὸν λόφον;
290
Πισθέταιρος
ἀλλὰ μέντοι τίς ποθʼ ἡ λόφωσις ἡ τῶν ὀρνέων;
ἦ ʼπὶ τὸν δίαυλον ἦλθον;
Ἔποψ
ὥσπερ οἱ Κᾶρες μὲν οὖν
ἐπὶ λόφων οἰκοῦσιν ὦγάθʼ ἀσφαλείας οὔνεκα.
Πισθέταιρος
ὦ Πόσειδον οὐχ ὁρᾷς ὅσον συνείλεκται κακὸν
ὀρνέων;
295
Ἐυελπίδης
ὦναξ Ἄπολλον τοῦ νέφους. ἰοὺ ἰού,
οὐδʼ ἰδεῖν ἔτʼ ἔσθʼ ὑπʼ αὐτῶν πετομένων τὴν εἴσοδον.
Ἔποψ
οὑτοσὶ πέρδιξ, ἐκεινοσί γε νὴ Δίʼ ἀτταγᾶς,
οὑτοσὶ δὲ πηνέλοψ, ἐκεινηὶ δέ γʼ ἀλκυών.
Πισθέταιρος
τίς γάρ ἐσθʼ οὕπισθεν αὐτῆς;
Ἔποψ
ὅστις ἐστί; κειρύλος.
Πισθέταιρος
κειρύλος γάρ ἐστιν ὄρνις;
300
Ἔποψ
οὐ γάρ ἐστι Σποργίλος;
χαὐτηί γε γλαῦξ.
Ἐυελπίδης
τί φῄς; τίς γλαῦκʼ Ἀθήναζʼ ἤγαγεν;
Ἔποψ
κίττα τρυγὼν κορυδὸς ἐλεᾶς ὑποθυμὶς περιστερὰ
νέρτος ἱέραξ φάττα κόκκυξ ἐρυθρόπους κεβλήπυρις
πορφυρὶς κερχνῂς κολυμβὶς ἀμπελὶς φήνη δρύοψ.
Πισθέταιρος
ἰοὺ ἰοὺ τῶν ὀρνέων, ἰοὺ ἰοὺ τῶν κοψίχων·
305
οἶα πιππίζουσι καὶ τρέχουσι διακεκραγότες.
ἆρʼ ἀπειλοῦσίν γε νῷν; οἴμοι, κεχήνασίν γέ τοι
καὶ βλέπουσιν ἐς σὲ κἀμέ.
Ἐυελπίδης
τοῦτο μὲν κἀμοὶ δοκεῖ.
Birds. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.