Ἶρις
ἀλλʼ ἀθάνατός εἰμʼ.
Πισθέταιρος
ἀλλʼ ὅμως ἂν ἀπέθανες.
δεινότατα γάρ τοι πεισόμεσθʼ, ἐμοὶ δοκεῖ,
1225
εἰ τῶν μὲν ἄλλων ἄρχομεν, ὑμεῖς δʼ οἱ θεοὶ
ἀκολαστανεῖτε, κοὐδέπω γνώσεσθʼ ὅτι
ἀκροατέον ὑμῖν ἐν μέρει τῶν κρειττόνων.
φράσον δέ τοί μοι τὼ πτέρυγε ποῖ ναυστολεῖς;
Ἶρις
ἐγώ; πρὸς ἀνθρώπους πέτομαι παρὰ τοῦ πατρὸς
1230
φράσουσα θύειν τοῖς Ὀλυμπίοις θεοῖς
μηλοσφαγεῖν τε βουθύτοις ἐπʼ ἐσχάραις
κνισᾶν τʼ ἀγυιάς.
Πισθέταιρος
τί σὺ λέγεις; ποίοις θεοῖς;
Ἶρις
ποίοισιν; ἡμῖν τοῖς ἐν οὐρανῷ θεοῖς.
Πισθέταιρος
θεοὶ γὰρ ὑμεῖς;
1235
Ἶρις
τίς γάρ ἐστʼ ἄλλος θεός;
Πισθέταιρος
ὄρνιθες ἀνθρώποισι νῦν εἰσιν θεοί,
οἷς θυτέον αὐτούς, ἀλλὰ μὰ Δίʼ οὐ τῷ Διί.
Ἶρις
ὦ μῶρε μῶρε μὴ θεῶν κίνει φρένας
δεινάς, ὅπως μή σου γένος πανώλεθρον
Διὸς μακέλλῃ πᾶν ἀναστρέψῃ Δίκη,
1240
λιγνὺς δὲ σῶμα καὶ δόμων περιπτυχὰς
καταιθαλώσῃ σου Λικυμνίαις βολαῖς.
Πισθέταιρος
ἄκουσον αὕτη· παῦε τῶν παφλασμάτων·
ἔχʼ ἀτρέμα. φέρʼ ἴδω, πότερα Λυδὸν ἢ Φρύγα
ταυτὶ λέγουσα μορμολύττεσθαι δοκεῖς;
1245
ἆρʼ οἶσθʼ ὅτι Ζεὺς εἴ με λυπήσει πέρα,
μέλαθρα μὲν αὐτοῦ καὶ δόμους Ἀμφίονος
καταιθαλώσω πυρφόροισιν αἰετοῖς;
πέμψω δὲ πορφυρίωνας ἐς τὸν οὐρανὸν
ὄρνις ἐπʼ αὐτὸν παρδαλᾶς ἐνημμένους
1250
πλεῖν ἑξακοσίους τὸν ἀριθμόν. καὶ δή ποτε
εἷς Πορφυρίων αὐτῷ παρέσχε πράγματα.
σὺ δʼ εἴ με λυπήσεις τι, τῆς διακόνου
πρώτης ἀνατείνας τὼ σκέλει διαμηριῶ
τὴν Ἶριν αὐτήν, ὥστε θαυμάζειν ὅπως
1255
οὕτω γέρων ὢν στύομαι τριέμβολον.
Ἶρις
διαρραγείης ὦ μέλʼ αὐτοῖς ῥήμασιν.
Πισθέταιρος
οὐκ ἀποσοβήσεις; οὐ ταχέως; εὐρὰξ πατάξ.
Ἶρις
ἦ μήν σε παύσει τῆς ὕβρεως οὑμὸς πατήρ.
Πισθέταιρος
οἴμοι τάλας. οὔκουν ἑτέρωσε πετομένη
1260
καταιθαλώσεις τῶν νεωτέρων τινά;
Birds. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.