Χορός
ἄθρει δὲ πᾶς κύκλῳ σκοπῶν,
ὡς ἐγγὺς ἤδη δαίμονος πεδαρσίου
δίνης πτερωτὸς φθόγγος ἐξακούεται.
Πισθέταιρος
αὕτη σύ, ποῖ ποῖ ποῖ πέτει; μένʼ ἥσυχος,
ἔχʼ ἀτρέμας· αὐτοῦ στῆθʼ· ἐπίσχες τοῦ δρόμου.
1200
τίς εἶ; ποδαπή; λέγειν ἐχρῆν ὁπόθεν πότʼ εἶ.
Ἶρις
παρὰ τῶν θεῶν ἔγωγε τῶν Ὀλυμπίων.
Πισθέταιρος
ὄνομα δέ σο. τί ἐστι; πλοῖον ἢ κυνῆ;
Ἶρις
Ἶρις ταχεῖα.
Πισθέταιρος
Πάραλος ἢ Σαλαμινία;
Ἶρις
τί δὲ τοῦτο;
1205
Πισθέταιρος
ταυτηνί τις οὐ συλλήψεται
ἀναπτόμενος τρίορχος;
Ἶρις
ἐμὲ συλλήψεται;
τί ποτʼ ἐστὶ τουτὶ τὸ κακόν;
Πισθέταιρος
οἰμώξει μακρά.
Ἶρις
ἄτοπόν γε τουτὶ πρᾶγμα.
Πισθέταιρος
κατὰ ποίας πύλας
εἰσῆλθες ἐς τὸ τεῖχος ὦ μιαρωτάτη;
Ἶρις
οὐκ οἶδα μὰ Δίʼ ἔγωγε κατὰ ποίας πύλας.
1210
Πισθέταιρος
ἤκουσας αὐτῆς οἷον εἰρωνεύεται;
πρὸς τοὺς κολοιάρχας προσῆλθες; οὐ λέγεις;
σφραγῖδʼ ἔχεις παρὰ τῶν πελαργῶν;
Ἶρις
τί τὸ κακόν.
Πισθέταιρος
οὐκ ἔλαβες;
Ἶρις
ὑγιαίνεις μέν;
Πισθέταιρος
οὐδὲ σύμβολον
ἐπέβαλεν ὀρνίθαρχος οὐδείς σοι παρών;
1215
Ἶρις
μὰ Δίʼ οὐκ ἔμοιγʼ ἐπέβαλεν οὐδεὶς ὦ μέλε.
Πισθέταιρος
κἄπειτα δῆθʼ οὕτω σιωπῇ διαπέτει
διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους;
Ἶρις
ποίᾳ γὰρ ἄλλῃ χρὴ πέτεσθαι τοὺς θεούς;
Πισθέταιρος
οὐκ οἶδα μὰ Δίʼ ἔγωγε· τῇδε μὲν γὰρ οὔ.
1220
ἀδικεῖς δὲ καὶ νῦν. ἆρά γʼ οἶσθα τοῦθʼ ὅτι
δικαιότατʼ ἂν ληφθεῖσα πασῶν Ἰρίδων
ἀπέθανες, εἰ τῆς ἀξίας ἐτύγχανες;
Birds. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.