Βδελυκλέων
ὡς ἅπανθʼ ὑμῖν τυραννίς ἐστι καὶ ξυνωμόται,
ἤν τε μεῖζον ἤν τʼ ἔλαττον πρᾶγμά τις κατηγορῇ,
ἧς ἐγὼ οὐκ ἤκουσα τοὔνομʼ οὐδὲ πεντήκοντʼ ἐτῶν·
490
νῦν δὲ πολλῷ τοῦ ταρίχους ἐστὶν ἀξιωτέρα,
ὥστε καὶ δὴ τοὔνομʼ αὐτῆς ἐν ἀγορᾷ κυλίνδεται.
ἢν μὲν ὠνῆταί τις ὀρφὼς μεμβράδας δὲ μὴ ʼθέλῃ,
εὐθέως εἴρηχʼ ὁ πωλῶν πλησίον τὰς μεμβράδας·
ʼοʼὗτος ὀψωνεῖν ἔοιχʼ ἅνθρωπος ἐπὶ τυραννίδι.ʼ
495
ἢν δὲ γήτειον προσαιτῇ ταῖς ἀφύαις ἥδυσμά τι,
ἡ λαχανόπωλις παραβλέψασά φησι θατέρῳ·
εἰπέ μοι, γήτειον αἰτεῖς· πότερον ἐπὶ τυραννίδι,
ἢ νομίζεις τὰς Ἀθήνας σοὶ φέρειν ἡδύσματα;
Ξανθίας
κἀμέ γʼ ἡ πόρνη χθὲς εἰσελθόντα τῆς μεσημβρίας,
500
ὅτι κελητίσαι ʼκέλευον, ὀξυθυμηθεῖσά μοι
ἤρετʼ εἰ τὴν Ἱππίου καθίσταμαι τυραννίδα.
Βδελυκλέων
ταῦτα γὰρ τούτοις ἀκούειν ἡδἔ, εἰ καὶ νῦν ἐγὼ
τὸν πατέρʼ ὅτι βούλομαι τούτων ἀπαλλαχθέντα τῶν
ὀρθροφοιτοσυκοφαντοδικοταλαιπώρων τρόπων
505
ζῆν βίον γενναῖον ὥσπερ Μόρυχος, αἰτίαν ἔχω
ταῦτα δρᾶν ξυνωμότης ὢν καὶ φρονῶν τυραννικά.
Φιλοκλέων
νὴ Δίʼ ἐν δίκῃ γʼ· ἐγὼ γὰρ οὐδʼ ἂν ὀρνίθων γάλα
ἀντὶ τοῦ βίου λάβοιμʼ ἂν οὗ με νῦν ἀποστερεῖς·
οὐδὲ χαίρω βατίσιν οὐδʼ ἐγχέλεσιν, ἀλλʼ ἥδιον ἄν
510
δικίδιον σμικρὸν φάγοιμʼ ἂν ἐν λοπάδι πεπνιγμένον.
Βδελυκλέων
νὴ Δίʼ εἰθίσθης γὰρ ἥδεσθαι τοιούτοις πράγμασιν·
ἀλλʼ ἐὰν σιγῶν ἀνάσχῃ καὶ μάθῃς ἁγὼ λέγω,
ἀναδιδάξειν οἴομαί σʼ ὡς πάντα ταῦθʼ ἁμαρτάνεις.
Φιλοκλέων
ἐξαμαρτάνω δικάζων;
515
Βδελυκλέων
καταγελώμενος μὲν οὖν
οὐκ ἐπαϊεις ὑπʼ ἀνδρῶν, οὓς σὺ μόνον οὐ προσκυνεῖς.
ἀλλὰ δουλεύων λέληθας.
Φιλοκλέων
παῦε δουλείαν λέγων,
ὅστις ἄρχω τῶν ἁπάντων.
Βδελυκλέων
οὐ σύ γʼ, ἀλλʼ ὑπηρετεῖς
οἰόμενος ἄρχειν· ἐπεὶ δίδαξον ἡμᾶς ὦ πάτερ,
ἥτις ἡ τιμή ʼστί σοι καρπουμένῳ τὴν Ἑλλάδα.
520
Φιλοκλέων
πάνυ γε, καὶ τούτοισί γʼ ἐπιτρέψαι ʼθέλω.
Βδελυκλέων
καὶ μὴν ἐγώ.
ἄφετέ νυν ἅπαντες αὐτόν.
Φιλοκλέων
καὶ ξίφος γέ μοι δότε.
ἢν γὰρ ἡττηθῶ λέγων σου, περιπεσοῦμαι τῷ ξίφει.
Βδελυκλέων
εἰπέ μοι, τί δʼ ἤν, τὸ δεῖνα, τῇ διαίτῃ μὴ ʼμμένῃς;
Φιλοκλέων
μηδέποτε πίοιμʼ ἀκράτου μισθὸν ἀγαθοῦ δαίμονος.
525
Wasps. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.