Χορός
νῦν δὴ τὸν ἐκ θἠμετέρου
γυμνασίου δεῖ τι λέγειν
καινόν, ὅπως φανήσει —
Βδελυκλέων
ἐνεγκάτω μοι δεῦρο τὴν κίστην τις ὡς τάχιστα.
ἀτὰρ φανεῖ ποῖός τις ὤν, ἢν ταῦτα παρακελεύῃ;
530
Χορός
μὴ κατὰ τὸν νεανίαν
τονδὶ λέγων. ὁρᾷς γὰρ ὥς
σοι μέγας ἐστὶν ἁγὼν
καὶ περὶ τῶν ἁπάντων,
εἴπερ, ὃ μὴ γένοιθʼ, οὗτός
535
σʼ ἐθέλει κρατῆσαι.
Βδελυκλέων
καὶ μὴν ὅσʼ ἂν λέξῃ γʼ ἁπλῶς μνημόσυνα γράψομαι ʼγώ.
Φιλοκλέων
τί γὰρ φάθʼ ὑμεῖς, ἢν ὁδί με τῷ λόγῳ κρατήσῃ;
Χορός
οὐκέτι πρεσβυτῶν ὄχλος
540
χρήσιμος ἔστʼ οὐδʼ ἀκαρῆ·
σκωπτόμενοι δʼ ἐν ταῖς ὁδοῖς
θαλλοφόροι καλούμεθʼ, ἀντωμοσιῶν
κελύφη.
545
Wasps. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.