Κατήγορος
οἴμοι κακοδαίμων. προσκαλοῦμαί σʼ ὦ γέρον
ὕβρεως.
Βδελυκλέων
ὕβρεως; μὴ μὴ καλέσῃ πρὸς τῶν θεῶν·
ἐγὼ γὰρ ὑπὲρ αὐτοῦ δίκην δίδωμί σοι
ἣν ἂν σὺ τάξῃς, καὶ χάριν προσείσομαι.
1420
Φιλοκλέων
ἐγὼ μὲν οὖν αὐτῷ διαλλαχθήσομαι
ἑκών· ὁμολογῶ γὰρ πατάξαι καὶ βαλεῖν.
ἀλλʼ ἐλθὲ δευρί· πότερον ἐπιτρέπεις ἐμοί,
ὅ τι χρή μʼ ἀποτείσαντʼ ἀργύριον τοῦ πράγματος
εἶναι φίλον τὸ λοιπόν, ἢ σύ μοι φράσεις;
1425
Κατήγορος
σὺ λέγε. δικῶν γὰρ οὐ δέομʼ οὐδὲ πραγμάτων.
Φιλοκλέων
ἀνὴρ Συβαρίτης ἐξέπεσεν ἐξ ἅρματος,
καί πως κατεάγη τῆς κεφαλῆς μέγα σφόδρα·
ἐτύγχανεν γὰρ οὐ τρίβων ὢν ἱππικῆς.
κἄπειτʼ ἐπιστὰς εἶπʼ ἀνὴρ αὐτῷ φίλος·
1430
ἔρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην.
οὕτω δὲ καὶ σὺ παράτρεχʼ ἐς τὰ Πιττάλου.
Βδελυκλέων
οὕμοιά σου καὶ ταῦτα τοῖς ἄλλοις τρόποις.
Κατήγορος
ἀλλʼ οὖν σὺ μέμνησʼ αὐτὸς ἁπεκρίνατο.
Φιλοκλέων
ἄκουε, μὴ φεῦγʼ. ἐν Συβάρει γυνή ποτε
1435
κατέαξʼ ἐχῖνον.
Κατήγορος
ταῦτʼ ἐγὼ μαρτύρομαι.
Φιλοκλέων
οὑχῖνος οὖν ἔχων τινʼ ἐπεμαρτύρατο·
εἶθʼ ἡ Συβαρῖτις εἶπεν,
εἰ ναὶ τὰν κόραν
τὴν μαρτυρίαν ταύτην ἐάσας ἐν τάχει
ἐπίδεσμον ἐπρίω, νοῦν ἂν εἶχες πλείονα.
1440
Κατήγορος
ὕβριζʼ ἕως ἂν τὴν δίκην ἅρχων καλῇ.
Βδελυκλέων
οὔτοι μὰ τὴν Δήμητρʼ ἔτʼ ἐνταυθοῖ μενεῖς,
ἀλλʼ ἀράμενος οἴσω σε —
Φιλοκλέων
τί ποιεῖς;
Βδελυκλέων
ὅ τι ποιῶ;
εἴσω φέρω σʼ ἐντεῦθεν· εἰ δὲ μή, τάχα
κλητῆρες ἐπιλείψουσι τοὺς καλουμένους.
1445
Φιλοκλέων
Αἴσωπον οἱ Δελφοί ποτʼ —
Βδελυκλέων
ὀλίγον μοι μέλει.
Φιλοκλέων
φιάλην ἐπῃτιῶντο κλέψαι τοῦ θεοῦ·
ὁ δʼ ἔλεξεν αὐτοῖς, ὡς ὁ κάνθαρός ποτε —
Βδελυκλέων
οἴμʼ ὡς ἀπολῶ σʼ αὐτοῖσι τοῖσι κανθάροις.
Wasps. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.