Αρτόπωλις
ἴθι μοι παράστηθʼ, ἀντιβολῶ πρὸς τῶν θεῶν.
ὁδὶ γὰρ ἁνήρ ἐστιν ὅς μʼ ἀπώλεσεν
τῇ δᾳδὶ παίων, κἀξέβαλεν ἐντευθενὶ
1390
ἄρτους δέκʼ ὀβολῶν κἀπιθήκην τέτταρας.
Βδελυκλέων
ὁρᾷς ἃ δέδρακας; πράγματʼ αὖ δεῖ καὶ δίκας
ἔχειν διὰ τὸν σὸν οἶνον.
Φιλοκλέων
οὐδαμῶς γʼ, ἐπεὶ
λόγοι διαλλάξουσιν αὐτὰ δεξιοί·
ὥστʼ οἶδʼ ὁτιὴ ταύτῃ διαλλαχθήσομαι.
1395
Αρτόπωλις
οὔτοι μὰ τὼ θεὼ καταπροίξει Μυρτίας
τῆς Ἀγκυλίωνος θυγατέρος καὶ Σωστράτης,
οὕτω διαφθείρας ἐμοῦ τὰ φορτία.
Φιλοκλέων
ἄκουσον ὦ γύναι· λόγον σοι βούλομαι
λέξαι χαρίεντα.
1400
Αρτόπωλις
μὰ Δία μὴ ʼμοί γʼ ὦ μέλε.
Φιλοκλέων
Αἴσωπον ἀπὸ δείπνου βαδίζονθʼ ἑσπέρας
θρασεῖα καὶ μεθύση τις ὑλάκτει κύων.
κἄπειτʼ ἐκεῖνος εἶπεν,
ὦ κύον κύον,
εἰ νὴ Δίʼ ἀντὶ τῆς κακῆς γλώττης ποθὲν
πυροὺς πρίαιο, σωφρονεῖν ἄν μοι δοκεῖς.
1405
Αρτόπωλις
καὶ καταγελᾷς μου; προσκαλοῦμαί σʼ ὅστις εἶ
πρὸς τοὺς ἀγορανόμους βλάβης τῶν φορτίων,
κλητῆρʼ ἔχουσα Χαιρεφῶντα τουτονί.
Φιλοκλέων
μὰ Δίʼ ἀλλʼ ἄκουσον, ἤν τί σοι δόξω λέγειν.
Λᾶσός ποτʼ ἀντεδίδασκε καὶ Σιμωνίδης·
1410
ἔπειθʼ ὁ Λᾶσος εἶπεν,
ὀλίγον μοι μέλει.
Αρτόπωλις
ἄληθες οὗτος;
Φιλοκλέων
καὶ σὺ δή μοι Χαιρεφῶν
γυναικὶ † κλητεύειν ἐοικὼς † θαψίνῃ,
Ἰνοῖ κρεμαμένῃ πρὸς ποδῶν Εὐριπίδου.
Βδελυκλέων
ὁδί τις ἕτερος, ὡς ἔοικεν, ἔρχεται
1415
καλούμενός σε· τόν γέ τοι κλητῆρʼ ἔχει.
Wasps. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.