Φιλοκλέων
ἰδού. θεῶ τὸ σχῆμα, καὶ σκέψαι μʼ ὅτῳ
1170
μάλιστʼ ἔοικα τὴν βάδισιν τῶν πλουσίων.
Βδελυκλέων
ὅτῳ; Δοθιῆνι σκόροδον ἠμφιεσμένῳ.
Φιλοκλέων
καὶ μὴν προθυμοῦμαί γε σαυλοπρωκτιᾶν.
Βδελυκλέων
ἄγε νυν, ἐπιστήσει λόγους σεμνοὺς λέγειν
ἀνδρῶν παρόντων πολυμαθῶν καὶ δεξιῶν;
1175
Φιλοκλέων
ἔγωγε.
Βδελυκλέων
τίνα δῆτʼ ἂν λέγοις;
Φιλοκλέων
πολλοὺς πάνυ.
πρῶτον μὲν ὡς ἡ Λάμιʼ ἁλοῦσʼ ἐπέρδετο,
ἔπειτα δʼ ὡς ὁ Καρδοπίων τὴν μητέρα.
Βδελυκλέων
μή ʼμοί γε μύθους, ἀλλὰ τῶν ἀνθρωπίνων,
οἵους λέγομεν μάλιστα τοὺς κατʼ οἰκίαν.
1180
Φιλοκλέων
ἐγᾦδα τοίνυν τῶν γε πάνυ κατʼ οἰκίαν
ἐκεῖνον ὡς
οὕτω ποτʼ ἦν μῦς καὶ γαλῆ.
Βδελυκλέων
ὦ σκαιὲ κἀπαίδευτε, Θεογένης ἔφη
τῷ κοπρολόγῳ καὶ ταῦτα λοιδορούμενος,
μῦς καὶ γαλᾶς μέλλεις λέγειν ἐν ἀνδράσιν;
1185
Φιλοκλέων
ποίους τινὰς δὲ χρὴ λέγειν;
Βδελυκλέων
μεγαλοπρεπεῖς,
ὡς ξυνεθεώρεις Ἀνδροκλεῖ καὶ Κλεισθένει.
Φιλοκλέων
ἐγὼ δὲ τεθεώρηκα ποώποτʼ οὐδαμοῖ
πλὴν ἐς Πάρον, καὶ ταῦτα δὔ ὀβολὼ φέρων.
Βδελυκλέων
ἀλλʼ οὖν λέγειν χρή σʼ ὡς ἐμάχετό γʼ αὐτίκα
1190
Ἐφουδίων παγκράτιον Ἀσκώνδᾳ καλῶς,
ἤδη γέρων ὢν καὶ πολιός, ἔχων δέ τοι
πλευρὰν βαθυτάτην καὶ χέρας καὶ λαγόνα καὶ
θώρακʼ ἄριστον.
Φιλοκλέων
παῦε παῦʼ, οὐδὲν λέγεις.
πῶς ἂν μαχέσαιτο παγκράτιον θώρακʼ ἔχων;
1195
Βδελυκλέων
οὕτω διηγεῖσθαι νομίζουσʼ οἱ σοφοί.
ἀλλʼ ἕτερον εἰπέ μοι· παρʼ ἀνδράσι ξένοις
πίνων σεαυτοῦ ποῖον ἂν λέξαι δοκεῖς
ἐπὶ νεότητος ἔργον ἀνδρικώτατον;
Φιλοκλέων
ἐκεῖνʼ ἐκεῖνʼ ἀνδρειότατόν γε τῶν ἐμῶν,
1200
ὅτʼ Ἐργασίωνος τὰς χάρακας ὑφειλόμην.
Βδελυκλέων
ἀπολεῖς με. ποίας χάρακας; ἀλλʼ ὡς ἢ κάπρον
ἐδιώκαθές ποτʼ ἢ λαγών, ἢ λαμπάδα
ἔδραμες, ἀνευρὼν ὅ τι νεανικώτατον.
Φιλοκλέων
ἐγᾦδα τοίνυν τό γε νεανικώτατον·
1205
ὅτε τὸν δρομέα Φάυλλον ὢν βούπαις ἔτι
εἶλον διώκων λοιδορίας ψήφοιν δυοῖν.
Βδελυκλέων
παὖ· ἀλλὰ δευρὶ κατακλινεὶς προσμάνθανε
ξυμποτικὸς εἶναι καὶ ξυνουσιαστικός.
Φιλοκλέων
πῶς οὖν κατακλινῶ; φράζʼ ἀνύσας.
1210
Βδελυκλέων
εὐσχημόνως.
Φιλοκλέων
ὡδὶ κελεύεις κατακλινῆναι;
Βδελυκλέων
μηδαμῶς.
Φιλοκλέων
πῶς δαί;
Βδελυκλέων
τὰ γόνατʼ ἔκτεινε καὶ γυμναστικῶς
ὑγρὸν χύτλασον σεαυτὸν ἐν τοῖς στρώμασιν.
ἔπειτʼ ἐπαίνεσόν τι τῶν χαλκωμάτων,
ὀροφὴν θέασαι, κρεκάδιʼ αὐλῆς θαύμασον·
1215
ὕδωρ κατὰ χειρός· τὰς τραπέζας ἐσφέρειν·
δειπνοῦμεν· ἀπονενίμμεθʼ· ἤδη σπένδομεν.
Φιλοκλέων
πρὸς τῶν θεῶν ἐνύπνιον ἑστιώμεθα;
Βδελυκλέων
αὑλητρὶς ἐνεφύσησεν· οἱ δὲ συμπόται
εἰσὶν Θέωρος Αἰσχίνης Φᾶνος Κλέων,
1220
ξένος τις ἕτερος πρὸς κεφαλῆς Ἀκέστορος.
τούτοις ξυνὼν τὰ σκόλιʼ ὅπως δέξει καλῶς.
Φιλοκλέων
ἄληθες; ὡς οὐδεὶς Διακρίων δέξεται.
Wasps. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.