Βδελυκλέων
ἐγὼ εἴσομαι· καὶ δὴ γάρ εἰμʼ ἐγὼ Κλέων,
ᾄδω δὲ πρῶτος Ἁρμοδίου· δέξαι δὲ σύ.
1225
οὐδεὶς πώποτʼ ἀνὴρ ἔγεντʼ Ἀθήναις—
Φιλοκλέων
οὐχ οὕτω γε πανοῦργος
οὐδὲ κλέπτης.
Βδελυκλέων
τουτὶ σὺ δράσεις; παραπολεῖ βοώμενος·
φήσει γὰρ ἐξολεῖν σε καὶ διαφθερεῖν
καὶ τῆσδε τῆς γῆς ἐξελᾶν.
1230
Φιλοκλέων
ἐγὼ δέ γε,
ἐὰν ἀπειλῇ, νὴ Δίʼ ἕτερʼ ἀντᾴσομαι·
Φιλοκλέων
ὦνθρωφʼ, οὖτος ὁ μαιόμενος τὸ μέγα κράτος,
ἀντρέψεις ἔτι τὰν πόλιν· ἁ δʼ ἔχεται ῥοπᾶς.
1235
Βδελυκλέων
τί δʼ ὅταν Θέωρος πρὸς ποδῶν κατακείμενος
ᾄδῃ Κλέωνος λαβόμενος τῆς δεξιᾶς·
Βδελυκλέων
Ἀδμήτου λόγον ὦταῖρε μαθὼν τοὺς ἀγαθοὺς φίλει.
Βδελυκλέων
τούτῳ τί λέξεις σκόλιον;
Φιλοκλέων
ᾠδικῶς ἐγώ.
Φιλοκλέων
οὐκ ἔστιν ἀλωπεκίζειν,
1240
οὐδʼ ἀμφοτέροισι γίγνεσθαι φίλον.
Βδελυκλέων
μετὰ τοῦτον Αἰσχίνης ὁ Σέλλου δέξεται,
ἀνὴρ σοφὸς καὶ μουσικός, κᾆτʼ ᾄσεται·
Βδελυκλέων
χρήματα καὶ βίαν
1245
Κλειταγόρᾳ τε κἀμοὶ
μετὰ Θετταλῶν—
Φιλοκλέων
πολλὰ δὴ διεκόμπασας σὺ κἀγώ.
Βδελυκλέων
τουτὶ μὲν ἐπιεικῶς σύ γʼ ἐξεπίστασαι·
ὅπως δʼ ἐπὶ δεῖπνον ἐς Φιλοκτήμονος ἴμεν.
1250
παῖ παῖ, τὸ δεῖπνον Χρυσὲ συσκεύαζε νῷν,
ἵνα καὶ μεθυσθῶμεν διὰ χρόνου.
Φιλοκλέων
μηδαμῶς.
κακὸν τὸ πίνειν· ἀπὸ γὰρ οἴνου γίγνεται
καὶ θυροκοπῆσαι καὶ πατάξαι καὶ βαλεῖν,
κἄπειτʼ ἀποτίνειν ἀργύριον ἐκ κραιπάλης.
1255
Βδελυκλέων
οὔκ, ἢν ξυνῇς γʼ ἀνδράσι καλοῖς τε κἀγαθοῖς.
ἢ γὰρ παρῃτήσαντο τὸν πεπονθότα,
ἢ λόγον ἔλεξας αὐτὸς ἀστεῖόν τινα,
Αἰσωπικὸν γέλοιον ἢ Συβαριτικόν,
ὧν ἔμαθες ἐν τῷ συμποσίῳ· κᾆτʼ ἐς γέλων
1260
τὸ πρᾶγμʼ ἔτρεψας, ὥστʼ ἀφείς σʼ ἀποιχεται.
Φιλοκλέων
μαθητέον τἄρʼ ἐστὶ πολλοὺς τῶν λόγων,
εἴπερ ἀποτείσω μηδέν, ἤν τι δρῶ κακόν.
Βδελυκλέων
ἄγε νυν ἴωμεν· μηδὲν ἡμᾶς ἰσχέτω.
Wasps. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.