Φιλοκλέων
οὔτοι ποτὲ ζῶν τοῦτον ἀποδυθήσομαι,
ἐπεὶ μόνος μʼ ἔσωσε παρατεταγμένον,
ὅθʼ ὁ βορέας ὁ μέγας ἐπεστρατεύσατο.
Βδελυκλέων
ἀγαθὸν ἔοικας οὐδὲν ἐπιθυμεῖν παθεῖν.
1125
Φιλοκλέων
μὰ τὸν Δίʼ οὐ γὰρ οὐδαμῶς μοι ξύμφορον.
καὶ γὰρ πρότερον ἐπανθρακίδων ἐμπλήμενος
ἀπέδωκʼ ὀφείλων τῷ κναφεῖ τριώβολον.
Βδελυκλέων
ἀλλʼ οὖν πεπειράσθω γʼ, ἐπειδήπερ γʼ ἅπαξ
ἐμοὶ σεαυτὸν παραδέδωκας εὖ ποιεῖν.
1130
Φιλοκλέων
τί οὖν κελεύεις δρᾶν με;
Βδελυκλέων
τὸν τρίβωνʼ ἄφες,
τηνδὶ δὲ χλαῖναν ἀναβαλοῦ τριβωνικῶς.
Φιλοκλέων
ἔπειτα παῖδας χρὴ φυτεύειν καὶ τρέφειν,
ὅθʼ οὑτοσί με νῦν ἀποπνῖξαι βούλεται;
Βδελυκλέων
ἔχʼ ἀναβαλοῦ τηνδὶ λαβὼν καὶ μὴ λάλει.
1135
Φιλοκλέων
τουτὶ τὸ κακὸν τί ἐστι πρὸς πάντων θεῶν;
Βδελυκλέων
οἱ μὲν καλοῦσι Περσίδʼ οἱ δὲ καυνάκην.
Φιλοκλέων
ἐγὼ δὲ σισύραν ᾠόμην Θυμαιτίδα.
Βδελυκλέων
κοὐ θαῦμά γʼ· ἐς Σάρδεις γὰρ οὐκ ἐλήλυθας.
ἔγνως γὰρ ἄν· νῦν δʼ οὐχὶ γιγνώσκεις.
1140
Φιλοκλέων
ἐγώ;
μὰ τὸν Δίʼ οὐ τοίνυν· ἀτὰρ δοκεῖ γέ μοι
ἐοικέναι μάλιστα Μορύχου σάγματι.
Βδελυκλέων
οὔκ, ἀλλʼ ἐν Ἐκβατάνοισι ταῦθʼ ὑφαίνεται.
Φιλοκλέων
ἐν Ἐκβατάνοισι γίγνεται κρόκης χόλιξ;
Βδελυκλέων
πόθεν ὦγάθʼ; ἀλλὰ τοῦτο τοῖσι βαρβάροις
1145
ὑφαίνεται πολλαῖς δαπάναις. αὕτη γέ τοι
ἐρίων τάλαντον καταπέπωκε ῥᾳδίως.
Φιλοκλέων
οὔκουν ἐριώλην δῆτʼ ἐχρῆν αὐτὴν καλεῖν
δικαιότερον ἢ καυνάκην;
Βδελυκλέων
ἔχʼ ὦγαθέ,
καὶ στῆθʼ ἀναμπισχόμενος.
1150
Φιλοκλέων
οἴμοι δείλαιος·
ὡς θερμὸν ἡ μιαρά τί μου κατήρυγεν.
Βδελυκλέων
οὐκ ἀναβαλεῖ;
Φιλοκλέων
μὰ Δίʼ οὐκ ἔγωγʼ. ἀλλʼ ὦγαθέ,
εἴπερ γʼ ἀνάγκη, κρίβανόν μʼ ἀμπίσχετε.
Βδελυκλέων
φέρʼ ἀλλʼ ἐγώ σε περιβαλῶ· σὺ δʼ οὖν ἴθι.
Φιλοκλέων
παράθου γε μέντοι καὶ κρεάγραν.
1155
Βδελυκλέων
τιὴ τί δή;
Φιλοκλέων
ἵνʼ ἐξέλῃς με πρὶν διερρυηκέναι.
Βδελυκλέων
ἄγε νυν ὑπολύου τὰς καταράτους ἐμβάδας,
τασδὶ δʼ ἀνύσας † ὑπόδυθι † τὰς Λακωνικάς.
Φιλοκλέων
ἐγὼ γὰρ ἂν τλαίην ὑποδήσασθαί ποτε
ἐχθρῶν παρʼ ἀνδρῶν δυσμενῆ καττύματα;
1160
Βδελυκλέων
ἔνθες ποτʼ ὦ τᾶν κἀπόβαινʼ ἐρρωμένως
ἐς τὴν Λακωνικὴν ἀνύσας.
Φιλοκλέων
ἀκικεῖς γέ με
ἐς τὴν πολεμίαν ἀποβιβάζων τὸν πόδα.
Βδελυκλέων
φέρε καὶ τὸν ἕτερον.
Φιλοκλέων
μηδαμῶς τοῦτόν γʼ, ἐπεὶ
πάνυ μισολάκων αὐτοῦ ʼστιν εἷς τῶν δακτύλων.
1165
Βδελυκλέων
οὐκ ἔστι παρὰ ταῦτʼ ἄλλα.
Φιλοκλέων
κακοδαίμων ἐγώ,
ὅστις ἐπὶ γήρως χίμετλον οὐδὲν λήψομαι.
Βδελυκλέων
ἄνυσόν ποθʼ ὑποδησάμενος· εἶτα πλουσίως
ὡδὶ προβὰς τρυφερόν τι διασαλακώνισον.
Wasps. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.