Στρεψιάδης
πρὸς τοῦ Διὸς ἀντιβολῶ σε φράσον, τίνες εἴσʼ ὦ Σώκρατες αὗται
αἱ φθεγξάμεναι τοῦτο τὸ σεμνόν; μῶν ἡρῷναί τινές εἰσιν;
315
Σωκράτης
ἥκιστʼ ἀλλʼ οὐράνιαι Νεφέλαι μεγάλαι θεαὶ ἀνδράσιν ἀργοῖς·
αἵπερ γνώμην καὶ διάλεξιν καὶ νοῦν ἡμῖν παρέχουσιν
καὶ τερατείαν καὶ περίλεξιν καὶ κροῦσιν καὶ κατάληψιν.
Στρεψιάδης
ταῦτʼ ἄρʼ ἀκούσασʼ αὐτῶν τὸ φθέγμʼ ἡ ψυχή μου πεπότηται,
καὶ λεπτολογεῖν ἤδη ζητεῖ καὶ περὶ καπνοῦ στενολεσχεῖν,
320
καὶ γνωμιδίῳ γνώμην νύξασʼ ἑτέρῳ λόγῳ ἀντιλογῆσαι·
ὥστʼ εἴ πως ἔστιν ἰδεῖν αὐτὰς ἤδη φανερῶς ἐπιθυμῶ.
Σωκράτης
βλέπε νυν δευρὶ πρὸς τὴν Πάρνηθʼ· ἤδη γὰρ ὁρῶ κατιούσας
ἡσυχῇ αὐτάς.
Στρεψιάδης
φέρε ποῦ; δεῖξον.
Σωκράτης
χωροῦσʼ αὗται πάνυ πολλαὶ
διὰ τῶν κοίλων καὶ τῶν δασέων, αὗται πλάγιαι.
325
Στρεψιάδης
τί τὸ χρῆμα;
ὡς οὐ καθορῶ.
Σωκράτης
παρὰ τὴν εἴσοδον.
Στρεψιάδης
ἤδη νυνὶ μόλις οὕτως.
Σωκράτης
νῦν γέ τοι ἤδη καθορᾷς αὐτάς, εἰ μὴ λημᾷς κολοκύνταις.
Στρεψιάδης
νὴ Δίʼ ἔγωγʼ, ὦ πολυτίμητοι· πάντα γὰρ ἤδη κατέχουσιν.
Σωκράτης
ταύτας μέντοι σὺ θεὰς οὔσας οὐκ ᾔδησθʼ οὐδʼ ἐνόμιζες;
Στρεψιάδης
μὰ Δίʼ ἀλλʼ ὁμίχλην καὶ δρόσον αὐτὰς ἡγούμην καὶ καπνὸν εἶναι.
330
Σωκράτης
οὐ γὰρ μὰ Δίʼ οἶσθʼ ὁτιὴ πλείστους αὗται βόσκουσι σοφιστάς,
Θουριομάντεις ἰατροτέχνας σφραγιδονυχαργοκομήτας,
κυκλίων τε χορῶν ᾀσματοκάμπτας ἄνδρας μετεωροφένακας,
οὐδὲν δρῶντας βόσκουσʼ ἀργούς, ὅτι ταύτας μουσοποιοῦσιν.
Στρεψιάδης
ταῦτʼ ἄρʼ ἐποίουν ὑγρᾶν Νεφελᾶν στρεπταιγλᾶν δάιον ὁρμάν,
335
πλοκάμους θʼ ἑκατογκεφάλα Τυφῶ πρημαινούσας τε θυέλλας,
εἶτʼ ἀερίας διεράς, γαμψοὺς οἰωνοὺς ἀερονηχεῖς,
ὄμβρους θʼ ὑδάτων δροσερᾶν Νεφελᾶν· εἶτʼ ἀντʼ αὐτῶν κατέπινον
κεστρᾶν τεμάχη μεγαλᾶν ἀγαθᾶν κρέα τʼ ὀρνίθεια κιχηλᾶν.
Σωκράτης
διὰ μέντοι τάσδʼ οὐχὶ δικαίως;
340
Στρεψιάδης
λέξον δή μοι, τί παθοῦσαι,
εἴπερ νεφέλαι γʼ εἰσὶν ἀληθῶς, θνηταῖς εἴξασι γυναιξίν;
οὐ γὰρ ἐκεῖναί γʼ εἰσὶ τοιαῦται.
Σωκράτης
φέρε ποῖαι γάρ τινές εἰσιν;
Στρεψιάδης
οὐκ οἶδα σαφῶς· εἴξασιν γοῦν ἐρίοισιν πεπταμένοισιν,
κοὐχὶ γυναιξὶν μὰ Δίʼ οὐδʼ ὁτιοῦν· αὗται δὲ ῥῖνας ἔχουσιν.
Σωκράτης
ἀπόκριναί νυν ἅττʼ ἂν ἔρωμαι.
345
Στρεψιάδης
λέγε νυν ταχέως ὅ τι βούλει.
Σωκράτης
ἤδη ποτʼ ἀναβλέψας εἶδες νεφέλην κενταύρῳ ὁμοίαν,
ἢ παρδάλει ἢ λύκῳ ἢ ταύρῳ;
Στρεψιάδης
νὴ Δίʼ ἔγωγʼ. εἶτα τί τοῦτο;
Σωκράτης
γίγνονται πάνθʼ ὅ τι βούλονται· κᾆτʼ ἢν μὲν ἴδωσι κομήτην
ἄγριόν τινα τῶν λασίων τούτων, οἷόνπερ τὸν Ξενοφάντου,
σκώπτουσαι τὴν μανίαν αὐτοῦ κενταύροις ᾔκασαν αὑτάς.
350
Στρεψιάδης
τί γὰρ ἢν ἅρπαγα τῶν δημοσίων κατίδωσι Σίμωνα, τί δρῶσιν;
Σωκράτης
ἀποφαίνουσαι τὴν φύσιν αὐτοῦ λύκοι ἐξαίφνης ἐγένοντο.
Στρεψιάδης
ταῦτʼ ἄρα ταῦτα Κλεώνυμον αὗται τὸν ῥίψασπιν χθὲς ἰδοῦσαι,
ὅτι δειλότατον τοῦτον ἑώρων, ἔλαφοι διὰ τοῦτʼ ἐγένοντο.
Σωκράτης
καὶ νῦν γʼ ὅτι Κλεισθένη εἶδον, ὁρᾷς, διὰ τοῦτʼ ἐγένοντο γυναῖκες.
355
Clouds. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.