Στρεψιάδης
χαίρετε τοίνυν ὦ δέσποιναι· καὶ νῦν, εἴπερ τινὶ κἄλλῳ,
οὐρανομήκη ῥήξατε κἀμοὶ φωνήν, ὦ παμβασίλειαι.
Χορός
χαῖρʼ ὦ πρεσβῦτα παλαιογενὲς θηρατὰ λόγων φιλομούσων,
σύ τε λεπτοτάτων λήρων ἱερεῦ, φράζε πρὸς ἡμᾶς ὅ τι χρῄζεις·
οὐ γὰρ ἂν ἄλλῳ γʼ ὑπακούσαιμεν τῶν νῦν μετεωροσοφιστῶν
360
πλὴν ἢ Προδίκῳ, τῷ μὲν σοφίας καὶ γνώμης οὕνεκα, σοὶ δέ,
ὅτι βρενθύει τʼ ἐν ταῖσιν ὁδοῖς καὶ τὠφθαλμὼ παραβάλλεις,
κἀνυπόδητος κακὰ πόλλʼ ἀνέχει κἀφʼ ἡμῖν σεμνοπροσωπεῖς.
Στρεψιάδης
ὦ γῆ τοῦ φθέγματος, ὡς ἱερὸν καὶ σεμνὸν καὶ τερατῶδες.
Σωκράτης
αὗται γάρ τοι μόναι εἰσὶ θεαί, τἄλλα δὲ πάντʼ ἐστὶ φλύαρος.
365
Στρεψιάδης
ὁ Ζεὺς δʼ ἡμῖν, φέρε πρὸς τῆς γῆς, οὑλύμπιος οὐ θεός ἐστιν;
Σωκράτης
ποῖος Ζεύς; οὐ μὴ ληρήσεις· οὐδʼ ἔστι Ζεύς.
Στρεψιάδης
τί λέγεις σύ;
ἀλλὰ τίς ὕει; τουτὶ γὰρ ἔμοιγʼ ἀπόφηναι πρῶτον ἁπάντων.
Σωκράτης
αὗται δήπου· μεγάλοις δέ σʼ ἐγὼ σημείοις αὐτὸ διδάξω.
φέρε ποῦ γὰρ πώποτʼ ἄνευ Νεφελῶν ὕοντʼ ἤδη τεθέασαι;
370
καίτοι χρῆν αἰθρίας ὕειν αὐτόν, ταύτας δʼ ἀποδημεῖν.
Στρεψιάδης
νὴ τὸν Ἀπόλλω τοῦτό γέ τοι δὴ τῷ νῦν λόγῳ εὖ προσέφυσας·
καίτοι πρότερον τὸν Δίʼ ἀληθῶς ᾤμην διὰ κοσκίνου οὐρεῖν.
ἀλλʼ ὅστις ὁ βροντῶν ἐστι φράσον· τοῦτό με ποιεῖ τετρεμαίνειν.
Σωκράτης
αὗται βροντῶσι κυλινδόμεναι.
375
Στρεψιάδης
τῷ τρόπῳ ὦ πάντα σὺ τολμῶν;
Σωκράτης
ὅταν ἐμπλησθῶσʼ ὕδατος πολλοῦ κἀναγκασθῶσι φέρεσθαι,
κατακρημνάμεναι πλήρεις ὄμβρου διʼ ἀνάγκην, εἶτα βαρεῖαι
εἰς ἀλλήλας ἐμπίπτουσαι ῥήγνυνται καὶ παταγοῦσιν.
Στρεψιάδης
ὁ δʼ ἀναγκάζων ἐστὶ τίς αὐτάς, οὐχ ὁ Ζεύς, ὥστε φέρεσθαι;
Σωκράτης
ἥκιστʼ ἀλλʼ αἰθέριος Δῖνος.
380
Στρεψιάδης
Δῖνος; τουτί μʼ ἐλελήθειν,
ὁ Ζεὺς οὐκ ὤν, ἀλλʼ ἀντʼ αὐτοῦ Δῖνος νυνὶ βασιλεύων.
ἀτὰρ οὐδέν πω περὶ τοῦ πατάγου καὶ τῆς βροντῆς μʼ ἐδίδαξας.
Σωκράτης
οὐκ ἤκουσάς μου τὰς Νεφέλας ὕδατος μεστὰς ὅτι φημὶ
ἐμπιπτούσας εἰς ἀλλήλας παταγεῖν διὰ τὴν πυκνότητα;
Στρεψιάδης
φέρε τουτὶ τῷ χρὴ πιστεύειν;
385
Σωκράτης
ἀπὸ σαυτοῦ ʼγώ σε διδάξω.
ἤδη ζωμοῦ Παναθηναίοις ἐμπλησθεὶς εἶτʼ ἐταράχθης
τὴν γαστέρα, καὶ κλόνος ἐξαίφνης αὐτὴν διεκορκορύγησεν;
Στρεψιάδης
νὴ τὸν Ἀπόλλω καὶ δεινὰ ποιεῖ γʼ εὐθύς μοι, καὶ τετάρακται
χὤσπερ βροντὴ τὸ ζωμίδιον παταγεῖ καὶ δεινὰ κέκραγεν·
ἀτρέμας πρῶτον παππὰξ παππάξ, κἄπειτʼ ἐπάγει παπαπαππάξ,
390
χὤταν χέζω, κομιδῇ βροντᾷ παπαπαππὰξ ὥσπερ ἐκεῖναι.
Clouds. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.