Στρεψιάδης
ταυτὶ διʼ ὑμᾶς ὦ Νεθέλαι πέπονθʼ ἐγώ,
ὑμῖν ἀναθεὶς ἅπαντα τἀμὰ πράγματα.
Χορός
αὐτὸς μὲν οὖν σαυτῷ σὺ τούτων αἴτιος,
στρέψας σεαυτὸν ἐς πονηρὰ πράγματα.
1455
Στρεψιάδης
τί δῆτα ταῦτʼ οὔ μοι τότʼ ἠγορεύετε,
ἀλλʼ ἄνδρʼ ἄγροικον καὶ γέροντʼ ἐπῄρετε;
Χορός
ἡμεῖς ποιοῦμεν ταῦθʼ ἑκάστοθʼ ὅταν τινὰ
γνῶμεν πονηρῶν ὄντʼ ἐραστὴν πραγμάτων,
ἕως ἂν αὐτὸν ἐμβάλωμεν ἐς κακόν,
1460
ὅπως ἂν εἰδῇ τοὺς θεοὺς δεδοικέναι.
Στρεψιάδης
ὤμοι πονηρά γʼ ὦ Νεφέλαι, δίκαια δέ.
οὐ γάρ μʼ ἐχρῆν τὰ χρήμαθʼ ἁδανεισάμην
ἀποστερεῖν. νῦν οὖν ὅπως ὦ φίλτατε
τὸν Χαιρεφῶντα τὸν μιαρὸν καὶ Σωκράτη
1465
ἀπολεῖς μετʼ ἐμοῦ ʼλθών, οἳ σὲ κἄμʼ ἐξηπάτων.
Φειδιππίδης
ἀλλʼ οὐκ ἂν ἀδικήσαιμι τοὺς διδασκάλους.
Στρεψιάδης
ναὶ ναὶ καταιδέσθητι πατρῷον Δία.
Φειδιππίδης
ἰδού γε Δία πατρῷον· ὡς ἀρχαῖος εἶ.
Ζεὺς γάρ τις ἔστιν;
1470
Στρεψιάδης
ἔστιν.
Φειδιππίδης
οὐκ ἔστʼ, οὔκ, ἐπεὶ
Δῖνος βασιλεύει τὸν Δίʼ ἐξεληλακώς.
Στρεψιάδης
οὐκ ἐξελήλακʼ, ἀλλʼ ἐγὼ τοῦτʼ ᾠόμην
διὰ τουτονὶ τὸν δῖνον. οἴμοι δείλαιος
ὅτε καὶ σὲ χυτρεοῦν ὄντα θεὸν ἡγησάμην.
Φειδιππίδης
ἐνταῦθα σαυτῷ παραφρόνει καὶ φληνάφα.
1475
Clouds. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.