Στρεψιάδης
οἴμοι παρανοίας· ὡς ἐμαινόμην ἄρα,
ὅτʼ ἐξέβαλλον τοὺς θεοὺς διὰ Σωκράτη.
ἀλλʼ ὦ φίλʼ Ἑρμῆ μηδαμῶς θύμαινέ μοι
μηδέ μʼ ἐπιτρίψῃς, ἀλλὰ συγγνώμην ἔχε
ἐμοῦ παρανοήσαντος ἀδολεσχίᾳ·
1480
καί μοι γενοῦ ξύμβουλος, εἴτʼ αὐτοὺς γραφὴν
διωκάθω γραψάμενος εἴθʼ ὅ τι σοι δοκεῖ.
ὀρθῶς παραινεῖς οὐκ ἐῶν δικορραφεῖν,
ἀλλʼ ὡς τάχιστʼ ἐμπιμπράναι τὴν οἰκίαν
τῶν ἀδολεσχῶν. δεῦρο δεῦρʼ ὦ Ξανθία,
1485
κλίμακα λαβὼν ἔξελθε καὶ σμινύην φέρων,
κἄπειτʼ ἐπαναβὰς ἐπὶ τὸ φροντιστήριον
τὸ τέγος κατάσκαπτʼ, εἰ φιλεῖς τὸν δεσπότην,
ἕως ἂν αὐτοῖς ἐμβάλῃς τὴν οἰκίαν·
ἐμοὶ δὲ δᾷδʼ ἐνεγκάτω τις ἡμμένην,
1490
κἀγώ τινʼ αὐτῶν τήμερον δοῦναι δίκην
ἐμοὶ ποιήσω, κεἰ σφόδρʼ εἴσʼ ἀλαζόνες.
Μαθητὴς Α
ἰοὺ ἰού.
Στρεψιάδης
σὸν ἔργον ὦ δᾲς ἱέναι πολλὴν φλόγα.
Μαθητὴς Α
ἄνθρωπε, τί ποιεῖς;
1495
Στρεψιάδης
ὅ τι ποιῶ; τί δʼ ἄλλο γʼ ἢ
διαλεπτολογοῦμαι ταῖς δοκοῖς τῆς οἰκίας;
Μαθητὴς Β
οἴμοι τίς ἡμῶν πυρπολεῖ τὴν οἰκίαν;
Στρεψιάδης
ἐκεῖνος οὗπερ θοἰμάτιον εἰλήφατε.
Μαθητὴς Γ
ἀπολεῖς ἀπολεῖς.
Στρεψιάδης
τοῦτʼ αὐτὸ γὰρ καὶ βούλομαι,
ἢν ἡ σμινύη μοι μὴ προδῷ τὰς ἐλπίδας,
1500
ἢ ʼγὼ πρότερόν πως ἐκτραχηλισθῶ πεσών.
Σωκράτης
οὗτος τί ποιεῖς ἐτεὸν οὑπὶ τοῦ τέγους;
Στρεψιάδης
ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.
Σωκράτης
οἴμοι τάλας δείλαιος ἀποπνιγήσομαι.
Χαιρεφῶν
ἐγὼ δὲ κακοδαίμων γε κατακαυθήσομαι.
1505
Στρεψιάδης
τί γὰρ μαθόντες τοὺς θεοὺς ὑβρίζετε,
καὶ τῆς σελήνης ἐσκοπεῖσθε τὴν ἕδραν;
Ερμῆς
δίωκε βάλλε παῖε, πολλῶν οὕνεκα,
μάλιστα δʼ εἰδὼς τοὺς θεοὺς ὡς ἠδίκουν.
Χορός
ἡγεῖσθʼ ἔξω· κεχόρευται γὰρ
1510
μετρίως τό γε τήμερον ἡμῖν.
Clouds. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.