Στρεψιάδης
πέμπτη, τετράς, τρίτη, μετὰ ταύτην δευτέρα,
εἶθʼ ἣν ἐγὼ μάλιστα πασῶν ἡμερῶν
δέδοικα καὶ πέφρικα καὶ βδελύττομαι,
εὐθὺς μετὰ ταύτην ἔσθʼ ἕνη τε καὶ νέα.
πᾶς γάρ τις ὀμνὺς οἷς ὀφείλων τυγχάνω,
1135
θείς μοι πρυτανεῖʼ ἀπολεῖν μέ φησι κἀξολεῖν,
κἀμοῦ μέτριά τε καὶ δίκαιʼ αἰτουμένου,
ὦ δαιμόνιε τὸ μέν τι νυνὶ μὴ λάβῃς,
τὸ δʼ ἀναβαλοῦ μοι, τὸ δʼ ἄφες, οὔ φασίν ποτε
οὕτως ἀπολήψεσθʼ, ἀλλὰ λοιδοροῦσί με
1140
ὡς ἄδικός εἰμι, καὶ δικάσεσθαί φασί μοι.
νῦν οὖν δικαζέσθων· ὀλίγον γάρ μοι μέλει,
εἴπερ μεμάθηκεν εὖ λέγειν Φειδιππίδης.
τάχα δʼ εἴσομαι κόψας τὸ φροντιστήριον.
παῖ, ἠμί, παῖ παῖ.
1145
Σωκράτης
Στρεψιάδην ἀσπάζομαι.
Στρεψιάδης
κἄγωγέ σʼ· ἀλλὰ τουτονὶ πρῶτον λαβέ·
χρὴ γὰρ ἐπιθαυμάζειν τι τὸν διδάσκαλον.
καί μοι τὸν υἱὸν εἰ μεμάθηκε τὸν λόγον
ἐκεῖνον εἴφʼ ὃν ἀρτίως εἰσήγαγες.
Σωκράτης
μεμάθηκεν.
1150
Στρεψιάδης
εὖ γʼ ὦ παμβασίλειʼ Ἀπαιόλη.
Σωκράτης
ὥστʼ ἀποφύγοις ἂν ἥντινʼ ἂν βούλῃ δίκην.
Στρεψιάδης
κεἰ μάρτυρες παρῆσαν, ὅτʼ ἐδανειζόμην;
Σωκράτης
πολλῷ γε μᾶλλον, κἂν παρῶσι χίλιοι.
Clouds. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.