Χορός
λοιδορῆσαι τοὺς πονηροὺς οὐδέν ἐστʼ ἐπίφθονον,
ἀλλὰ τιμὴ τοῖσι χρηστοῖς, ὅστις εὖ λογίζεται.
1275
εἰ μὲν οὖν ἄνθρωπος, ὃν δεῖ πόλλʼ ἀκοῦσαι καὶ κακά,
αὐτὸς ἦν ἔνδηλος, οὐκ ἂν ἀνδρὸς ἐμνήσθην φίλου.
νῦν δʼ Ἀρίγνωτον γὰρ οὐδεὶς ὅστις οὐκ ἐπίσταται,
ὅστις ἢ τὸ λευκὸν οἶδεν ἢ τὸν ὄρθιον νόμον.
ἔστιν οὖν ἀδελφὸς αὐτῷ τοὺς τρόπους οὐ συγγενής,
1280
Ἀριφράδης πονηρός. ἀλλὰ τοῦτο μὲν καὶ βούλεται·
ἔστι δʼ οὐ μόνον πονηρός, οὐ γὰρ οὐδʼ ἂν ᾐσθόμην,
οὐδὲ παμπόνηρος, ἀλλὰ καὶ προσεξηύρηκέ τι.
τὴν γὰρ αὑτοῦ γλῶτταν αἰσχραῖς ἡδοναῖς λυμαίνεται,
ἐν κασωρείοισι λείχων τὴν ἀπόπτυστον δρόσον,
1285
καὶ μολύνων τὴν ὑπήνην καὶ κυκῶν τὰς ἐσχάρας,
καὶ Πολυμνήστεια ποιῶν καὶ ξυνὼν Οἰωνίχῳ.
ὅστις οὖν τοιοῦτον ἄνδρα μὴ σφόδρα βδελύττεται,
οὔ ποτʼ ἐκ ταὐτοῦ μεθʼ ἡμῶν πίεται ποτηρίου.
Knights. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.