Χορός
τί κάλλιον ἀρχομένοισιν
ἢ καταπαυομένοισιν
1265
ἢ θοᾶν ἵππων ἐλατῆρας ἀείδειν, †μηδὲν ἐσ† Λυσίστρατον,
μηδὲ Θούμαντιν τὸν ἀνέστιον αὖ λυπεῖν ἑκούσῃ καρδίᾳ;
καὶ γὰρ οὗτος ὦ φίλʼ Ἄπολλον
ἀεὶ πεινῇ, θαλεροῖς δακρύοις
σᾶς ἁπτόμενος φαρέτρας Πυθῶνι δίᾳ μὴ κακῶς πένεσθαι.
Knights. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.