Ἀλλαντοπώλης
τοὐμόν γε φράζων ὄνομα καὶ λίαν σαφῶς.
Κλέων
καὶ μήν σʼ ἐλέγξαι βούλομαι τεκμηρίῳ,
εἴ τι ξυνοίσεις τοῦ θεοῦ τοῖς θεσφάτοις.
καί σου τοσοῦτον πρῶτον ἐκπειράσομαι·
παῖς ὢν ἐφοίτας ἐς τίνος διδασκάλου;
1235
Ἀλλαντοπώλης
ἐν ταῖσιν εὕστραις κονδύλοις ἡρμοττόμην.
Κλέων
πῶς εἶπας; ὥς μου χρησμὸς ἅπτεται φρενῶν.
εἶεν.
ἐν παιδοτρίβου δὲ τίνα πάλην ἐμάνθανες;
Ἀλλαντοπώλης
κλέπτων ἐπιορκεῖν καὶ βλέπειν ἐναντίον·
Κλέων
ὦ Φοῖβʼ Ἄπολλον Λύκιε τί ποτέ μʼ ἐργάσει;
1240
τέχνην δὲ τίνα ποτʼ εἶχες ἐξανδρούμενος;
Ἀλλαντοπώλης
ἠλλαντοπώλουν καί τι καὶ βινεσκόμην.
Κλέων
οἴμοι κακοδαίμων· οὐκέτʼ οὐδέν εἰμʼ ἐγώ.
λεπτή τις ἐλπίς ἐστʼ ἐφʼ ἧς ὀχούμεθα.
καί μοι τοσοῦτον εἰπέ· πότερον ἐν ἀγορᾷ
1245
ἠλλαντοπώλεις ἐτεὸν ἢ ʼπὶ ταῖς πύλαις;
Ἀλλαντοπώλης
ἐπὶ ταῖς πύλαισιν, οὗ τὸ τάριχος ὤνιον.
Κλέων
οἴμοι πέπρακται τοῦ θεοῦ τὸ θέσφατον.
κυλίνδετʼ εἴσω τόνδε τὸν δυσδαίμονα.
ὦ στέφανε χαίρων ἄπιθι, κεἴ σʼ ἄκων ἐγὼ
1250
λείπω· σὲ δʼ ἄλλος τις λαβὼν κεκτήσεται,
κλέπτης μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δʼ ἴσως.
Ἀλλαντοπώλης
Ἑλλάνιε Ζεῦ σὸν τὸ νικητήριον.
Χορός
ὦ χαῖρε καλλίνικε καὶ μέμνησʼ ὅτι
ἀνὴρ γεγένησαι διʼ ἐμέ· καί σʼ αἰτῶ βραχύ,
1255
ὅπως ἔσομαί σοι Φανὸς ὑπογραφεὺς δικῶν.
Δῆμος
ἐμοὶ δέ γʼ ὅ τι σοι τοὔνομʼ εἴπʼ.
Ἀλλαντοπώλης
Ἀγοράκριτος·
ἐν τἀγορᾷ γὰρ κρινόμενος ἐβοσκόμην.
Δῆμος
Ἀγορακρίτῳ τοίνυν ἐμαυτὸν ἐπιτρέπω,
καὶ τὸν Παφλαγόνα παραδίδωμι τουτονί.
1260
Ἀλλαντοπώλης
καὶ μὴν ἐγώ σʼ ὦ Δῆμε θεραπεύσω καλῶς,
ὥσθʼ ὁμολογεῖν σε μηδένʼ ἀνθρώπων ἐμοῦ
ἰδεῖν ἀμείνω τῇ Κεχηναίων πόλει.
Knights. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.