Χορός
ἦ πολλάκις ἐννυχίαισι
1290
φροντίσι συγγεγένημαι,
καὶ διεζήτηχʼ ὁπόθεν ποτὲ φαύλως ἐσθίει Κλεώνυμος.
φασὶ
μὲν γὰρ αὐτὸν ἐρεπτόμενον τὰ τῶν ἐχόντων ἀνέρων
1295
οὐκ ἂν ἐξελθεῖν ἀπὸ τῆς σιπύης· τοὺς δʼ ἀντιβολεῖν ἂν ὅμως·
ἴθʼ ὦ ἄνα πρὸς γονάτων, ἔξελθε καὶ σύγγνωθι τῇ τραπέζῃ.
Knights. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.