ἀπὸ δὲ τῆς κατ’ ἀγροὺς ὀπώρας καὶ τῶν ἄλλων ἀκροδρύων κατὰ τὸ ἀνάλογον τῆς κτήσεως ἐν ταλάροις πλήρεσι κομίζειν σὺν ᾠδαῖς εἰς τὸν θεὸν πεποιημέναις, ἃς ἀναγράπτους στηλιτεύουσιν αἱ ἱερώταται βίβλοι, καὶ προσέτι βοῶν καὶ προβάτων καὶ αἰγῶν τὰ πρωτότοκα μὴ ὥσπερ ἴδια κατατάττειν ἐν ταῖς ἀγέλαις, ἀλλὰ καὶ ταῦτα νομίζειν ἀπαρχάς, ὅπως
ἐξεθιζόμενοι τῇ μὲν τιμᾶν τὸ θεῖον τῇ δὲ μὴ πάντα κερδαίνειν εὐσεβείᾳ καὶ φιλανθρωπίᾳ ταῖς ἀρετῶν ἡγεμονίσιν ἐπικοσμῶνται.
De Virtutibus. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.