πλουσίαις χάρισι δωρουμένην ὅμως τὰς ἐκείνης εὐεργεσίας σφετερίζεσθαι τολμῶσι καὶ ὡς αὐτοὶ πάντων αἴτιοι μεταδιδόασιν οὐδενὸς οὐδενί, μισανθρωπίαν ὁμοῦ καὶ ἀσέβειαν ἀσκοῦντες. οὕς, ἐπειδὴ γνώμαις ἑκουσίοις ἀρετὴν οὐ διεπόνησαν, ἄκοντας νουθετεῖ καὶ 1 σωφρονίζει νόμοις ἱεροῖς, οἷς ὁ μὲν σπουδαῖος ἐθελοντής, ὁ δὲ μοχθηρὸς ἄκων πειθαρχεῖ.
De Virtutibus. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.