σώματος ἀνάγκαις, εἶτα ὑπὸ μηδεμιᾶς δελεασθεὶς οἷα ἀνδρόγυνος ἢ γύνανδρος τὰ ἡδέα ἀσπάσηται κακά, μείνας δὲ ἐπὶ τῆς ἑαυτοῦ φύσεως ἀνὴρ ὄντως τραχηλίζειν μᾶλλον ἢ τραχηλίζεσθαι δύνηται, τοῖς τῆς ἐγκυκλίου μουσικῆς ἐντραφεὶς ἅπασιν, ἐξ ὧν θεωρίας λαβὼν ἵμερον ἐγκράτειαν καὶ καρτερίαν, ἐρρωμένας ἀρετάς, ἐκτήσατο, μετανιστάμενος
καὶ κάθοδον τὴν εἰς τὴν πατρίδα εὑρισκόμενος πάντ’ ἐπάγεται τὰ παιδείας, ἅπερ ἀποσκευὴ καλεῖται.
Quis Rerum Divinarum Heres Sit. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.