ὠμῶν γενόμενοι δεσποτῶν δοῦλοι, καὶ ὁ θεὸς τὸ οἰκεῖον ἐργάσεται ἑαυτῷ, ἄφεσιν καὶ ἐλευθερίαν ταῖς ἱκέτισιν αὐτοῦ ψυχαῖς προκηρύξας, οὐ μόνον λύσιν δεσμῶν καὶ ἔξοδον ἐκ τῆς περιπεφρουρημένης εἱρκτῆς παρασχόμενος, ἀλλὰ καὶ ἐφόδια δούς, ἅπερ ἀποσκευὴν ἐκάλεσε.
Quis Rerum Divinarum Heres Sit. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.