ἴσον ἐστὶ τῷ περιγεγενημένων τῷ πολέμῳ· ἰσχὺς γὰρ τοῦ κρατεῖν αἴτιον. οὕτως τὸν σοφὸν Ἀβραὰμ μετὰ τὴν τῶν ἐννέα καθαίρεσιν βασιλέων, παθῶν μὲν τεττάρων, πέντε δὲ αἰσθητικῶν δυνάμεων, αἳ παρὰ φύσιν ἐκινοῦντο, εἰσάγει τὸν εὐχαριστητικὸν ὕμνον ἐξάρχοντα καὶ φάσκοντα ταυτί· „ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν
καὶ τὴν γῆν, εἰ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν“ (Gen. 14,22.23).
De Ebrietate. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.