τὰς τοῦ πολέμου φωνὰς εἶναι πάσας συμβέβηκε τῆς εἰρήνῃ φίλης ἡσυχίας μακρὰν ἀπεληλαμένης, ὁ ἱερὸς συναινεῖ λόγος· οὐ γὰρ λέγει μὴ εἶναι πολέμου φωνήν, ἀλλὰ μὴ τοιαύτην, ὁποίαν ἔνιοι νομίζουσιν ἢ νενικηκότων ἢ κεκρατημένων, ἀλλ’ ἥτις ἂν γένοιτο βεβαρημένων καὶ πεπιεσμένων οἴνῳ· τὸ γὰρ „οὐκ ἔστι φωνὴ ἐξαρχόντων κατ’ ἰσχὺν“
De Ebrietate. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.