οὐδενὸς λήψομαι τῶν σῶν, οὐ παρ’ ἡλίου τὸ μεθημερινόν, οὐ παρὰ σελήνης καὶ τῶν ἄλλων ἀστέρων τὸ νυκτὶ φέγγος, οὐ παρὰ ἀέρος καὶ 1 2 νεφελῶν ὑετούς, οὐ παρὰ ὕδατος καὶ γῆς ποτὰ καὶ σιτία, οὐ παρὰ ὀφθαλμῶν τὸ ὁρᾶν, οὐ τὸ ἀκούειν παρὰ ὤτων, οὐ παρὰ μυκτήρων ὀσμάς, οὐ παρ’ ἐνστομίου χυλοῦ τὸ γεύεσθαι, οὐ παρὰ γλώττης τὸ λέγειν, οὐ παρὰ χειρῶν τὸ διδόναι καὶ λαμβάνειν, οὐ τὸ προσέρχεσθαι
καὶ ἐξαναχωρεῖν παρὰ ποδῶν, οὐκ ἀναπνοὴν παρὰ πνεύμονος, οὐ πέψιν παρ’ ἥπατος, οὐ παρὰ τῶν ἄλλων σπλάγχνων τὰς καθ’ ἕκαστον οἰκείους ἐνεργείας, οὐ παρὰ δένδρων καὶ σπαρτῶν τοὺς ἐτησίους καρπούς, ἀλλὰ πάντα παρὰ τοῦ μόνου σοφοῦ τὰς αὑτοῦ χαριστηρίους δυνάμεις πάντῃ τείναντος καὶ διὰ τούτων ὠφελοῦντος.
De Ebrietate. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.