τὸ σῶμα πρὸ γενέσεως ἦν; ποῖ δὲ καὶ χωρήσει μεταστάντος μου; ποῦ δὲ καὶ τοῦ δοκοῦντος ὑφεστάναι τῶν ἡλικιῶν αἱ διαφοραί; ποῦ τὸ βρέφος, ποῦ ὁ παῖς, ποῦ ὁ ἀντίπαις, ποῦ ὁ ἄρτι ἡβῶν, ποῦ τὸ μειράκιον, ὁ πρωτογένειος, ὁ νεανίας, ὁ τέλειος ἀνήρ; πόθεν δὲ ἦλθεν ἡ ψυχή, ποῖ δὲ χωρήσει, πόσον δὲ χρόνον ἡμῖν ὁμοδίαιτος ἔσται; τίς
δέ ἐστι τὴν οὐσίαν, ἔχομεν εἰπεῖν; πότε δὲ καὶ ἐκτησάμεθα αὐτήν; πρὸ γενέσεως; ἀλλ’ οὐχ ὑπήρχομεν· μετὰ τὸν θάνατον; ἀλλ’ οὐκ ἐσόμεθα οἱ μετὰ σωμάτων σύγκριτοι ποιοί, ἀλλ’ εἰς παλιγγενεσίαν ὁρμήσομεν οἱ μετὰ ἀσωμάτων σύγκριτοι ποιοί.
De Cherubim. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.