οἶδε γὰρ ἡμᾶς οὐ γνωριζομένη πρὸς ἡμῶν καὶ ἐπιτάγματα ἐπιτάττει, οἷς ἐξ ἀνάγκης ὑπηρετοῦμεν ὡς οἰκέται δεσποίνῃ· ἀπόλειψίν τε ὅταν ἐθέλῃ πρὸς τὸν ἄρχοντα χρηματίσασα μεταναστήσεται ἔρημον καταλιποῦσα ζωῆς τὸν ἡμέτερον οἶκον, κἂν ἐπιμένειν βιαζώμεθα, διαλύσεται· λεπτομερὴς γὰρ αὐτῆς ἡ φύσις, ὡς μηδεμίαν
ἐμπαρέχειν λαβὴν σώματι.
De Cherubim. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.