ἀνήνυτοι πράξεις, ἀνῃρημένου μὲν τοῦ πολέμου τοῦ κατὰ ψυχήν, ὃς ἀψευδῶς ἐστι πολέμων ἀργαλεώτατος καὶ βαρύτατος, εἰρήνης δ’ ἐπισχούσης καὶ ταῖς ἐν ἡμῖν δυνάμεσιν εὐνομίαν παρασκευαζούσης ἡσυχῇ τε καὶ πρᾴως, ἐλπὶς ἂν ἦν τὸν θεὸν ἅτε φιλάρετον καὶ φιλόκαλον καὶ προσέτι φιλάνθρωπον τἀγαθὰ αὐτόματα παρασχεῖν ἐξ ἑτοίμου τῷ γένει·
δῆλον γὰρ ὡς εὐμαρέστερον τοῦ τὰ μὴ ὄντα εἰς τὸ εἶναι παραγαγεῖν τὸ τὴν ἐκ τῶν ὄντων φορὰν ἄνευ τέχνης γεωργικῆς ἐπιδαψιλεύσασθαι.
De Opificio Mundi. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.