αἰσθητοῖς ἀφθάρτων τελειότατον, τὸν δὲ τῶν γηγενῶν καὶ φθαρτῶν ἄριστον, βραχύν, p. 20 M. εἰ δεῖ τἀληθὲς εἰπεῖν, οὐρανὸν πολλὰς ἐν αὑτῷ φύσεις ἀστεροειδεῖς ἀγαλματοφοροῦντα τέχναις καὶ ἐπιστήμαις καὶ τοῖς καθ’ ἑκάστην ἀρετὴν ἀοιδίμοις θεωρήμασιν· ἐπειδὴ γὰρ ἐναντία φύσει τό τε φθαρτὸν καὶ τὸ ἄφθαρτον, εἴδους ἑκατέρου τὸ κάλλιστον ἀρχῇ καὶ τέλει
1 προσένειμεν, ἀρχῇ μὲν οὐρανόν, ὡς ἐλέχθη, τέλει δὲ ἄνθρωπον.
De Opificio Mundi. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.