ἀπαντᾶται δίκη προσήκουσα τιμωρὸς ἀσεβῶν ἐπιτηδευμάτων· ἔστι δ’ ἡ δίκη τὸ τῶν ἀναγκαίων δυσπόριστον· μόλις γὰρ ἀνατέμνοντες τὴν 1 πεδιάδα καὶ πηγῶν ῥεῖθρα καὶ ποταμῶν ἐποχετεύοντες σπείροντές τε καὶ φυτεύοντες καὶ τὸν γεωπόνων κάματον μεθ’ ἡμέραν καὶ νύκτωρ ἀτρύτως ἐκδεχόμενοι δι’ ἔτους συγκομίζουσι τὰ ἐπιτήδεια καὶ ταῦτ’ ἔστιν ὅτε λυπρὰ καὶ οὐ πάνυ διαρκῆ διὰ πολλὰς βλαβέντα αἰτίας· ἢ γὰρ ὄμβρων ἐπαλλήλων φοραὶ κατέσυραν ἢ χαλάζης βάρος ἐπενεχθείσης ἀθρόως
κατέκλασεν ἢ χιὼν περιέψυξεν ἢ βία πνευμάτων ῥίζαις αὐταῖς ἀνέτρεψε·
De Opificio Mundi. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.