ἐξ ἀλλήλων γένεσιν. ἐν δὲ τοῖς κατὰ μέρος γινομένοις τάξις ἥδ’ ἐστίν, ἄρχεσθαι μὲν ἀπὸ τοῦ φαυλοτάτου τὴν φύσιν, λήγειν δ’ εἰς τὸ πάντων ἄριστον· τί δὲ τοῦτ’ ἐστί, δηλωτέον. τὸ σπέρμα τῶν ζῴων γενέσεως ἀρχὴν εἶναι συμβέβηκε· τοῦθ’ ὡς ἔστι φαυλότατον ἐοικὸς ἀφρῷ, θεωρεῖται· ἀλλ’ ὅταν εἰς τὴν μήτραν καταβληθὲν στηρίσῃ, κίνησιν εὐθὺς
λαβὸν εἰς φύσιν τρέπεται· φύσις δὲ βέλτιον σπέρματος, ἐπεὶ καὶ κίνησις ἠρεμίας ἐν γενητοῖς· ἡ δ’ οἷα τεχνίτης ἢ κυριώτερον εἰπεῖν ἀνεπίληπτος τέχνη ζῳοπλαστεῖ τὴν μὲν ὑγρὰν οὐσίαν εἰς τὰ τοῦ σώματος μέλη καὶ μέρη διανέμουσα, τὴν δὲ πνευματικὴν εἰς τὰς τῆς ψυχῆς δυνάμεις τήν τε θρεπτικὴν καὶ τὴν αἰσθητικήν· τὴν γὰρ τοῦ λογισμοῦ τανῦν ὑπερθετέον
διὰ τοὺς φάσκοντας θύραθεν αὐτὸν ἐπεισιέναι θεῖον καὶ ἀίδιον ὄντα.
De Opificio Mundi. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.